Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὸν δὲ Δημιουργόν, ἅτε ἀγνοοῦντα τὰ ὑπὲρ αὐτόν, κινεῖσθαι μὲν ἐπὶ τοῖς λεγομένοις, καταπεφρονηκέναι δὲ αὐτῶν, ἄλλοτε ἄλλην αἰτίαν νομί- [*](V M lat. (Tert., Hipp.) 4 > *] illa lat. 6 προσαγο///μένου, ο aus ω Vcorr 7 τὸ 1] τὸν M 8 † τὸ] quippe lat., lies ἅτε oder) ὂν * 9 αὐτῷ τῷ δημιουργῷ] τὸ τοῦ M 9f κατ’ αὐτοὺς ὁ V 10 καὶ hineingeflickt Vcorr 11 > Ansgg.] per lat. 14 τῆς Ἀχαμὼθ] ab Achamofh lat. | ἀμείνους + 15 πλεῖον V 17 φησὶν Μ | ἔτασεν M 18 ὑπὸ] de lat. | lat. 19 ἐξηγοῦνται aus ἐξηγεῖσθαι Vcorr | ὑψηλωτέρας V | ὑπάρχοντας Vcorr 20 διὰ τούτου V M per hunc lat.; wohl alter Fehler ür διὰ τοῦ Δηυιουργοῦ * 21 ψυχῶν, ψυ vorn angeflickt Vcorr χῶν M | *] alte ücke; wohl πολλὰ πολλὰ εἰρῆσθαι > * 22 θέλοντες] docentes lat. | ἀπὸ τοῦ] ah lat. 23 ἀλλὰ x003C; lat. | ὡσαύτως] tantundem lat. 24 ἀπὸ τοῦ Σωτῆρος] lat. 25 ἐπιδείξωμεν M | vor προἰ·όντος + ἔτι)

421
σαντα, ἢ τὸ πνεῦμα τὸ προφητεῦον, ἔχον καὶ αὐτὸ ἰδίαν τινὰ κίνησιν, ἢ τὸν ἄνθρωπον ἢ τὴν προσπλοκὴν τῶν χειρόνων.

καὶ οὕτως ἀγνοοῦντα διατετελεκέναι ἄχρι τῆς παρουσίας τοῦ Σωτῆρος· ἐλθόντος δε τοῦ Σωτῆρος μαθεῖν αὐτὸν παρ᾿ αὐτοῦ πάντα λέγουσιν καὶ ἄσμενον αὐτῷ προσχωρῆσαι χωρῆσαι μετὰ πάσης τῆς δυνάμεως αὐτοῦ,

καὶ αὐτὸν εἶναι τὸν ἐν τῷ εὐαγγελίῳ ἑκατόνταρχον, λέγοντα τῷ σωτῇρι »καὶ γὰρ ἐγὼ ὑπὸ τὴν ἐμαυτοῦ τοῦ ἐξουσίαν ἔχω στρατιώτας καὶ δούλους, καὶ ὃ ἐὰν προστάξω, ποιοῦσι«.

τελέσειν δὲ αὐτὸν τὴν κατὰ τὸν κόσμον οἰκονομίαν μέχρι τοῦ δέοντος καιροῦ, μάλιστα δὲ διὰ τὴν τῆς ἐκκλησίας ἐπιμέλειαν καὶ διὰ τὴν ἐπίγνωσιν τοῦ ἑτοιμασθέντος αὐτῷ ἐπάθλου, ὅτι εἰς τὸν τῆς Μητρὸς τόπον χωρήσει.