Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διὰ τοῦτο οὖν ἡμίν, οὓς ψυχικοὺς δνομάζουσι καὶ ἐκ κόσμου εἶναι λέγουσι, καὶ] ἀναγκαίαν εἶναι τὴν ἐγκράτειαν καἰ ἀγαθὴν πρᾶξιν, ἴνα δἰ αὐτῆς ἔλθωμεν εἰς τὸν τῆς Μεσότητος τόπον, αὐτοῖς δέ, πνευματικοῖς τε καὶ τελείοις καλουμένοις, μηδαμῶς. οὑ γὰρ πρᾶξις εἰς Πλήρωμα εἰσάγει, ἀλλὰ τὸ σπέρμα τὸ ἐκεῖθεν νήπιον μὲν ἐκπεμπόμενον, ἐνθάδε > τελειούμενον.

Ὅταν δὲ πᾶν τὸ σπέρμα τελειωθῇ, τὴν μὲν Ἀχαμὼθ τὴν Μητέρα αὐτῶν μεταστῆναι τοῦ τῆς Μεσότητος τόπου λέγουσι καὶ ἐντὸς Πληρώματος εἰσελθεῖν καὶ ἀπολαβεῖν τὸν νυμφίον αὐτῆς τὸν Σωτῆρα, τὸν ἐκ πάντων γεγονότα, ἴνα συζυγία γένηται τοῦ Σωτῆρος καὶ τῆς Σοφίας τῆς Άχαμώθ. καὶ τοῦτο εἶναι νυμφίον καὶ νύμφην, νυμφῶνα Τε τὸ πᾶν Πλήρωμα.

τοὺς δὲ πνευματικοὺς ἀποδυσαμένους τὰς ψυχὰς καὶ πνεύματα νοερὰ γενομένους, ἀκρατήτως καὶ ἀοράτως ἐντὸς Πληρώματος εἰσελθόντας, νύμφας ἀποδοθήσεσθαι τοῖς περὶ τὸν Σωτῆρα ἀγγέλοις.

τὸν δὲ Δημιουργὸν μεταβῆναι καὶ αὐτὸν εἰς τὸν τῆς Μητρὸς Σοφίας τόπον, τουτέστιν ἐν τῇ Μεσότητι. τάς τε τῶι δικαίων ψυχὰς ἀναπαύσεσθαι καὶ αὐτὰς ἐν τῷ τῆς Μεσότητος τόπῳ. μηδὲν γὰρ ψυχικὸν ἐντὸς Πληρώματος χωρεῖν.

τούτων δὲ γενομένων οὕτως τὸ ἐμφωλεῦον τῷ κόσμῳ πῦρ ἐκλάμψαν καὶ ἐξαφθὲν καὶ κατεργασάμενον πᾶσαν ὕλην συναναλωθήσεσθαι αὐτῇ καὶ εἰς τὸ μηκέτ' εἶναι χωρήσειν διδάσκουσι. τὸν δὲ Δημιουργὸν μηδὲν τούτων ἐγνωκέναι ἀποφαίνονται πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας.

22. Εἰσὶ δὲ οἱ λέγοντες προβλέσθαι αὐτὸν καὶ χριστόν, υἱὸν ἵδιον, ἀλλὰ καὶ * ψυχικόν, > περὶ τούτου διὰ τῶν προφητῶν λελαληκέναι. εἶναι δὲ τοῦτον τὸν διὰ Μαρίας διοδεύσαντα, καθάπερ ὕδωρ διὰ σωλῆνος ὁδεύει, καὶ εἰς τοῦτον ἐπὶ τοῦ βαπτίσματος κατελθεῖν ἐκεῖνον τὸν ἀπὸ τοῦ Πληρώματος ἐκ πάντων Σωτῆρα ἐν εἴδει περιστερᾶς. γεγονέναι δὲ ἐν αὐτῷ καὶ τὸ ἀπὸ τῆς Ἀχαμὼθ σπέρμα πνευματικόν.

τὸν οὖν κύριον ἡμῶν ἐκ τεσσάρων τούτων σύνθετον γεγονέναι φάσκουσιν, ἀπο- [*](V Μ lat. (Tert., Hipp.) 1 οὐν] quidem lat. | ἡμῖν Ausgg.] ἡμᾶς VM nobis lat. | οὕς Ausgg.] quos lat. 1 f ἐκ κόσμου] ἐγκόσμους M de saeculo lat. 2 ὶ 1]* x003C; lat. Ι εἶναι *] ἠμῖν VM 003C;lat. 4f οὐ πράξεις γὰρ εἰς πληρώσεις ἄγε ἄγει M 5 μὲν x003C; V 003E; Ausgg.] autein lat. 10 συ///ζυγία, ν ausradiert V 11 τοῦτο, το angeflickt V corr τοῦ Μ 16 ἀναπαύεσθαι M 18 ἐμφολεῦον M 18 f ἐκλάμψαν, λαμψ auf Rasur V corr ἐκάλυψεν M exnrdesccfis lat. 19 καὶ κατεργασάμενον] consumit et lat. 20 διδάσκουσι x003C;lat. 22 καὶ x003C; lat. (?) 23 * alte Lücke; ergänze > * | Ausgg.] et lat. 26 ἐκ πάντων + > ? * Ι ἐν oben über V corr 28 f ἀποσῴζοντα Ausgg.] αὐτὸ σώζοντα YM servantem lat.)

420
σᾠζοντα τὸν τύπον τῆς ἀρχεγόνου καὶ πρώτης τετρακτύος, ἔκ τε τοῦ πνευματικοῦ ὅ ἦν ἀπὸ τῆς Ἀχαμὼθ καὶ ἐκ τοῦ ψυχικοῦ ὅ ἦν ἀπὸ τοῦ Δημιουργοῦ κα ἐκ τῆς οἰκονομίας ὅ ἦν κατεσκευασμένον ἀρρήτῳ τέχνῃ καὶ ἐκ τοῦ Σωτῆρος ὅ ἦν > κατελθοῦσα εἰς αὐτὸν περιστερά.

καὶ τοῦτον μὲν ἀπαθῆ διαμεμνηκέναι οὐ γὰρ ἐνεδέχετο παθεῖν αὐτόν, ἀκράτητον τητον καὶ ἀόρατον ὑπάρχοντα) καὶ διὰ τοῦτο ἦρθαι, προσαγομένου αὐτοῦ τῷ Πιλάτῳ, τὸ εἰς αὐτὸν κατατεθὲν πνεῦμα χριστοῦ. ἀλλ' οὐδὲ τὸ ἀπὸ τῆς Μητρὸς σπέρμα πεπονθένα λέγουσιν. ἀπαθές γὰρ καὶ αὐτό, † τὸ πνευματικὸν καὶ ἀόρατον καὶ αὐτῷ τῷ Δημιουργῷ.

ἔπαθεν δὲ λοιπὸν ὁ κατ' αὐτοὺς ψυχικὸς Χριστὸς καὶ ὁ ἐκ τῆς οἰκονομίας κατεσκευασμένος μυστηριωδῶς, ἵν' ἐπιδείξῃ > αὐτοῦ ἡ Μήτηρ τὸν τύπον τοῦ ἄνω χριστοῦ, ἐκένου τοῦ ἐπεκταθέντος τῷ σταυρῷ καὶ μορφώσαντος τὴν Ἀχαμώθ μόρφωσιν τὴν κατ’ οὐσίαν. πάντα γὰρ ταῦτα τύπους ἐκείνων εἶναι λέγουσι.