Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὥστε ἔχειν αὐτοὺς τὴν μὲν ψυχὴν ἀπὸ τοῦ Δημιουργοῦ, τὸ δὲ σῶμα ἀπὸ τοῦ χοὺς καὶ τὸ σαρκικὸν ἀπὸ τῆς ὕλης, τὸν δὲ πνευμκτικὸν ἄνθρωπον ἀπὸ Τῆς Μητρὸς Τῆς Ἀχαμώθ.

20. Τριῶν οὖν ὅντων τὸ μὲν ὑλικόν, ὅ καὶ ἀριστερὸν καλοῦσι, κατὰ ἀνάγκην ἀπόλλυσθαι λέγουσιν ἅτε μηδεμίαν ἐπιδέξασθαι πνοὴν ἀφθαρσίας δυνάμενον. τὸ δὲ ψυχικόν, ὅ καὶ δεξιὸν προσαγορεύουσιν, ἅτε μέσον ὃν τοῦ τε πνευματικοῦ καὶ τοῦ ὑλικοῦ, ἐκεῖσε χωρεῖν, ὅπου ἂν καὶ τὴν πρόσκλισιν ποιήσηται.

τὸ δὲ πνευματικὸν ἐκπεπέγφθαι, ὅπως ἐνθάδε τῷ ψυχικῷ συζυγὲν μορφωθῇ, συμπαιδευθὲν αὐτῷ ἐν τῇ ἀναστροφῇ. καὶ τοῦτ' εἶναι λέγουσι τὸ ἂλας καὶ τὸ φῶς τοῦ κόσμου. ἔδει γὰρ τῷ ψυχικῷ καὶ αἰσθητῶν παιδευμάτων. διὸ καὶ κόσμον κατεσκευάσθαι λέγουσι.

καὶ τὸν σωτῆρα δὲ ἐπὶ τοῦτο παραγεγονέναι τὸ ψυχικόν, ἐπεὶ καὶ αὐτεξούσιόν ἐστιν, ὅπως αὐτὸν σὠσῃ.