Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἐπὶ πάντων οὔτως λέγουσιν ἠγνοηκέναι αὐτὸν τὰς ἰδέας ὧν ἐπολίει καὶ αὐτὴν τὴν Μητέρα, αὐτὸν Τε μόνον ᾠῆσθαι πάντα εἶναι.

αὐτίαν δ᾿ αὐτῷ γεγονέναι τὴν Μητέρα τῆς ποιήσεως ταύτης φάσκουσι, τὴν σὕτω βουληθεῖσαν προαγαγεῖν αὐτόν, κεφαλὴν με) καὶ ἀρχὴν τῆς ἰδίας οὐσίας, κύριον δὲ τῆς ὅλης πραγματείας.

ταύτην δὲ τὴν Μητέρα καὶ Ὁγδοάδα καλοῦσι καὶ Σοφίαν καὶ Γῆν καὶ Ἱερουσαλὴμ καὶ ὅγιον Πνεῦμα καὶ Κύριον ἀρσενικῶς· ἔχειν ἴε τὸν τῆς Μεσότητος τόπον αὐτὴν καὶ εἶναι ὑπεράνω μὲν τοῦ Δημιουργοῦ , ὑποκάτω δὲ ἤ ἔξω τοῦ Πληρώματος μέχρι συντελείας.

19. Ἐπεὶ οὖν τὴν ὑλικὴν οὐσίαν ἐκ τριῶν παθῶν συστῆναι λέγουσι, φόβου τε καὶ λύπης καὶ ἀπορίας, ἐκ μὲν τοῦφόβου φόβου καὶ τῆς ἐπιστροφῆς τὰ ψυχικὰ τὴν σύστασιν εἰληφέναι·

ἐκ μὲν τῆς ἐπιστροφῆς τὸν Δημιουργὸν βούλονται τὴν γένεσιν ἐσχηκέναι, ἐκ δὲ τοῦ φόβου τὴν λοιπῆν πᾶσαν ψυχικὴν ὑπόστασιν ὡς ψυχὰς ἀλόγων ζῴων καὶ θηρίων καὶ ἀνθρώπων.