Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ τοὺς λοιποὺς δεκαοκτὼ Αἰῶνας φανεροῦσθαι διὰ τοῦ μετὰ τὴν <ἐκ> νεκρῶν ἀνάστασιν δεκαοκτὼ μησὶν λέγειν διατετριφέναι σὺν τοῖς μαθηταῖς· ἀλλὰ καὶ διὰ τῶν προηγουμένων τοῦ ὀνόματος αὐτοῦ δύο γραμμάτων, τοῦ τε ἰῶτα καὶ τοῦ ἦτα, τοὺς δεκαοκτὼ Αἰῶνας εὐσήμως μηνύεσθαι.

καὶ τοὺς δέκα Αἰῶνας ὡσαύτως διὰ τοῦ ἰῶτα γράμματος, ὃ προηγεῖται τοῦ ὀνόματος αὐτοῦ, σημαίνεσθαι λέγουσιν. καὶ διὰ τοῦτο εἰρηκέναι τὸν σωτῆρα »ἰῶτα ἕν ἢ μία κεραία οὐ μὴ παρέλθῃ, ἕως ἄν πάντα γένηται«.

Τὸ δὲ περὶ τὸν δωδέκατον Αἰῶνα γεγονὸς πάθος ὑποσημαίνεσθαι λέγουσι διὰ τῆς ἀποστασίας Ἰούδα, ὅς δωδέκατος ἦν τῶν ἀποστόλων, καὶ ὅτι τῷ δωδεκάτῳ μηνὶ ἔπαθεν· ἐνιαυτῷ γὰρ ἐνὶ βούλονται αὐτὸν μετὰ τὸ βάπτισμα αὐτοῦ κεκηρυχέναι.

ἔτι τε ἐπὶ τῆς αἱμορροούσης σαφέστατα τοῦτο δηλοῦσθαι· δώδεκα γὰρ ἔτη παθοῦσαν αὐτὴν ὑπὸ τῆς τοῦ σωτῆρος παρουσίας τεθεραπεῦσθαι, ἁψαμένην τοῦ κρασπέδου αὐτοῦ, καὶ διὰ τοῦτο εἰρηκέναι τὸν σωτῆρα »τίς μου ἥψατο;« διδάσκοντα τοὺς μαθητὰς τὸ γεγονὸς ἐν τοῖς Αἰῶσι μυστήριον καὶ τὴν ἴασιν τοῦ πεπονθότος Αἰῶνος.

ἡ γὰρ παθοῦσα δώδεκα ἔτη ἐκείνη ἡ δύναμις, ἐκτεινομένης αὐτῆς καὶ εἰς ἄπειρον ῥεούσης τῆς οὐσίας, ὡς λέγουσιν, εἶ μὴ ἔψαυσε τοῦ φορήματος τοῦ υἰοῦ τουτέστιν τῆς Ἀληθείας τῆς πρώτης τετράδος ἥτις διὰ τοῦ κρασπέδου μεμήνυται, ἀνελύθη ἄν εἰς τὴν Ε; οὐσίαν αὐτῆς. ἀλλὰ ἔστη καὶ ἐπαύσατο τοῦ πάθους· ἡ γὰρ ἐξελθοῦσα δύναμις τοῦ υἱοῦ εἶναι δὲ [*](10 Matth. 5, 18 — 18 Mark. 5, 30 V M lat. (Tert., Hipp.)) [*](3 ἀπόστολοι] apostolos elegit lat. 5 <ἐκ> νεκρῶν Ausgg.] a mortuis 9 αὐτῶν M | σημαίνεσθαι λέγουσιν Ausgg.] σημαίνουσι λέγεσθαι V M significari dicunt lat. 13 διὰ τῆς ἀποστασίας Ἰούδα Ausgg.] τῆς ἀποστασίας διὰ Ἰούδαν Ἰούδα M) VM per apostasiam Judae lat. | ὃς aus ὡς Vcorr ὡς M | ἀποστόλων + γενομένης προδοσίας δείκνυσθαι λέγουσιν VM 15 αἰμορρούσης M 17 ἁψαμένην Ausgg.] ἁψαμένης VM cum tetigisset lat. 20 ἡ . . . . δύναμις] per illam . . . signifcatur lat.; lies wohl ἐκείνη ἦν δύναμις Ε; * | ἐκτεινομένης] eo quod exterideretur lat. 21 τῆς οὐσίας + eius lat. | vor εἰ μὴ + et lat. | φρονήματος M 22 τοῦ υἱοῦ *] αὐτοῦ VM illius filii lat. 23 ἀνελύθη] advenisse lat. | εἰς aus πρὸς Vcorr πρὸς M | Ε; *] in omnem substantiam lat., vgl. S. 403, 19 | αὐτῆς] suam lat.; αὐτῆς] ül. 24 ἡ γὰρ ἐξελθοῦσα] per egressain (zum vorhergehenden Satz gezogen) lat. | τοῦ υἱοῦ *] τούτου V M filii lat.)

408
ταύτην τὸν Ὅρον θέλουσιν) ἐθεράπευσεν αὑτὴν καὶ τὸ πάθος ἐχώρισεν ἀπ᾿ αὐτῆς.

Τὸ δὲ Ε; Σωτῇρα, τὸν ἐκ πάντων öντα, τὸ Πᾶν εἶναι διὰ τοῦ λόγου τοῦ »πᾶν ἄρρεν διανοῖγον μήτραν« δηλοῦσθαι λέγουσιν· ὅς τὸ Πᾶν ὢv σθείσης ἐκτὸς τοῦ Πληρώματος, ἣν δὴ καὶ δευτέραν Ὀγδοάδα περὶ ἦς μικρὸν ὕστερον ἐροῦμεν.

καὶ ὑπὸ τοῦ Παύλου δὲ φανερῶς διὰ τοῦτο εἰρῆσθαι λέγουσι »καὶ αὐτὸς ἐστι τὰ πάντα«, καὶ πάλιν »πάντα εἰς αὐτὸν καὶ ἐξ αὐτοῦ τὰ πάντα«, καὶ πάλιν »ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος«· καὶ τό »ἀνακεφαλαιώσασθαι δὲ τὰ πάντα ἐν τῷ Χριστῷ διὰ τοῦ θεοῦ«, Ε; ἑρμηνεύουσιν εἰρῆσθαι καὶ εἴ τιvα ἄλλα τοιαῦτα.