Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

κατασπάσαντες γὰρ τὸ ἔμβρυον καιρῶ οἵῳ δἂν ἐπιχειρήσωσι . λαμβάνουσιν ἐκτρωθὲν τοῦτο τὸ βρέφος καὶ ἐν ὅλμῳ τινὶ κόπτουσιν ὑπέρῳ, καὶ ἐγκαταμίξαντες μέλι καὶ πέπερι καὶ ἄλλα τινὰ ἀρώματα καὶ μύρα πρὸς τὸ μὴ ναυτιᾶν αὐτοὺς οὕτως συναχθέντες πάντες οἱ τῆς τῶν χοίρων τούτων καὶ κυνῶν * θιασῶται μεταλαμβάνουσιν ἕκαστος τῷ δακτύλῳ ἀπὸ τοῦ κατακοπέντος παιδίου.

καὶ οὕτως τὴν άνθρωποβορίαν ἀπεργασάμενοι εὔχονται λοιπὸν τῷ θεῷ, ὅτι οὐκ ἐνεπαίχθημεν, φησίν, ἀπὸ τοῦ ἄρχοντος τῆς ἐπιθυμίας, ἀλλὰ συνελέξαμεν τὸ παράπτωμα τοῦ ἀδελφοῦ. καὶ δῆθεν τοῦτο τὸ τέλειον πάσχα ἡγοῦνται.

ἄλλα δὲ ὅσα δεινὰ αὐτοὶς τετόλμηται. ὅταν γὰρ πάλιν ἐμμανεῖς ἐν ἑαυτοῖς γένωνται, φύραντες ἑαυτῶν τὰς χεῖρας τῇ ἑαυτῶν αἰσχρότητι τῆς άπορροίας ἐγείρονται καὶ τὰς ἑαυτῶν μεμολυσμένας ἔχοντες χεῖρας εὔχονται γυμνοὶ ὅλῳ τῷ σώματι, ὡς διὰ τῆς τοιαύτης ἐργασίας * εὑρίσκειν πρὸς θεὸν τὴν παρρησίαν.

τὰ σώματα δὲ αὐτῶν νύκτωρ τε καὶ μεθ' ἡμέραν τημελοῦσι, γυναικάρια καὶ ἀνθρωπάρια, μυριζόμενοι λουόμενοι θοιναζόμενοι, κοίταις τε καὶ μέθαις σχολάζοντες. καὶ καταρῶνται τὸν νηστεύοντα, λέγοντες, οὐ δεῖ νηστεύειν· τοῦ γὰρ ἄρχοντος τούτου τοῦ ποιήσαντος τὸν αἰῶνά ἐστιν ἡ νηστεία. δεῖ δὲ τρέφεσθαι εἰς τὸ τὰ σώματα εἶναι ἐσχυρά, εἰς τὸ δυνασθαι τὸν καρπὸν ἀποδιδόναι κατὰ καιρὸν αὐτοῦ.

6. Χρῶνται δὲ καὶ παλαιᾷ καὶ καινῇ διαθήκῃ, ἀπαγορεύουσι δὲ τὸν λαλήσαντα ἐν τῇ παλαιᾷ διαθήκῃ. καὶ ὅταν μὲν ῥῆμα εὕρωσί τι κατ' αὐτῶν δυνάμενον ἔχειν τὸν νοῦν, φασίν, ὅτι τοῦτο ἀπὸ τοῦ πνεύματος τοῦ κοσμικοῦ λελάληται·

ἐὰν δέ τις εἰς ὁμοίωσιν τῆς [*](13 τέλειον πάσχα, vgl. τελεία ἀγάπη in der zu S. 280, 22 ff ührten Hippolytstelle — 23 f vgl. Psal. 1, 3 n. unten S. 285 9 ff V M) [*](2 αισθοντες, ε V corr ἐσθίοντες M Ι προληABBREVφθῇ, μ ausradiert V Ι am Rande nachgetragen V corr 3 αὐτῶν] * 6 ἐκτρωθὲν am Rande nachgetragen V corr < M Ι ὑπέρι M 7 ἐμπαρμίξαντες M Ι πίπερι M 9 * * 10 οὕτω M 11 ἐνεπη|χθημεν, αι V corr 15 ff τῆς ἑαυτῶν αἰσχροτητος τῆ ἀπορροία aus τῆ ἑαυτῶν αἰσχρότητι τῆς ἀπορροίας hergestellt V corr 16 μεμολυμμένας M 16 f χεῖρας ἔχοντες V 18 * etwa > * δὲ] δι’ M 19 τημελοῦσι] τῆ μελλούσει M 22 τοῦ 2 < M)

283
αὐτῶν ἐπιθυμίας δυνηθείη σχηματίζεσθαι λόγος, οὐχ ὡς ἔστι τὸ ῥῆμα, ἀλλ’ ὡς ἔχει ὁ αὐτῶν ἠπατημένος νοῦς, τοῦτον μετασκευάζοντες εἰς τὴν ἑαυτῶν ἐπιθυμίαν φάσκουσιν ἐκ τοῦ πνεύματος τοῦ τῆς ἀληθείας λελαλῆσθαι.

καὶ τοῦτό ἐστι, φησίν, ὅ εἰπεν ὁ κύριος περὶ Ἰωάννου »τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;« ὅτι οὐκ ἦν, φησί, τέλειος ὁ Ἰωάννης· ἐνεπνέετο γὰρ ὑπὸ πολλῶν πνευμάτων κατὰ τὸν κάλαμον τὸν ἐπὶ ἑκάστῳ ἀνέμῳ κινούμενον.