Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἡς πορνείας καὶ ἀσελγείας τὸ ὅμοιον ἔστιν ἰδεῖν ἐν τῷ ἑρπετῷ τῷ δεινοτάτῳ, ᾠ ἐπέθεντο τὸ ὄνομα ἀπειρώδινον ἔχιδναν οἱ παλαιοί.

ἔστι γὰρ τῆς τοιαύτης ἐχίδνης ἡ φύσις ὁμοία τῆς τούτων μοχθηρίας. διὰ γὰρ τῆς ἀνδρείας φύσεως ἢ γυναικείας τὴν αἰσχρότητα ἐπιτελοῦντες ταύτην ἀπαγορεύουσι τὴν τῶν σπερμάτων καταβολήν, ἀφανίζοντες τὴν ἐκ θεοῦ τοῖς κτίσμασι δεδομένην τεκνογονίαν, ὡς καὶ ὁ ἀπόστολός φησι »τὴν γὰρ ἀντι- [*](2 Psal. 63, 8 — 3 Psal. 7, 17 — 12 I Petr. 2, 21 — 20f vgl. Matth. 7, 13f — 29 öm. 1, 27 V M) [*](5 ἀναγνό///ντες, ο aus ω Vcorr ἀναγνωντες M Ι γνόντες < M 6 τε *] δὲ V M 7 * etwa δηλητηρίου αὐτῶν κηρύγματος;> * 9 τῆ σοφιώδους, übergesetztes σ von erster Hand M 11 <#καὶ> * 12 βαλὼν *] λαβὼν V M περι- λαμβάνων, dazu am Rande ὑπολιμπάνων V corr 18 ὑπὸ M 19 τραχύτερα aus τραχύτατα hergestellt V 22 ἔμπλεων, ω aus ο V ἔμπλεων M 25 ἀπειρώδινον ül. vgl. S. 300, 11] ἀπειρώδυνον VM 27 ταύτης M 29 διδομένην M)

300
μισθίαν ἥν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες« καὶ τὰ ἑξῆς. οὕτω γάρ.

φησί, τὴν ἀχειρώδινον ἔχιδναν θελχθεῖσαν τῷ πάθει τῆς ἀπιθυμίας, τήν τε θήλειαν πρὸς τὸν ἄρρενα καὶ τὸν ἄρρενα πρὸς τὴν θήλειαν, περιπλακείσας μὲν ὁμοῦ, διὰ τοῦ στόματος χαινούσης τῆς θηλείας τὸν ἄρρενα τὴν κεφαλὴν εἰσβάλλειν, ἐκείνης δὲ πάθει συσχεθείσης ἀποτέμνειν τὴν τούτου κεφαλὴν καὶ οὕτως τὸν τὸν τοῦ στόματος σταλάξαντα ἰὸν καταπιοῦσαν ἐν ἑαυτῇ ἐγκυμονεῖν μὲν [*](D62) τοιοῦτο ζεῦγος ἀρρενόθηλυ· ὅπερ ζεῦγος ἁδρυνθὲν ἐν τῇ

κοιλίᾳ καὶ μὴ ἔχον πόθεν γεννηθῆναι τὴν πλευρὰν τῆς μητρὸς τιτρώσκειν καὶ οὕτως γεννᾶσθαι, ὥστε ἀπολεσθαι τόν τε τούτων πατέρα καὶ τὴν μητέρα. διόπερ ἀπειρώδινον αὐτῇ ἐπέθεντο ὄνομα, ὅτι ὠδίνων οὐ πειρᾶται.

δεινὴ δὲ καὶ φοβερὰ παρὰ πάντα τὰ ἑρπετὰ τυγχάνει, ἐν ἑαυτῇ τὸν ἀφανισμὸν ἐξεργαζομένη καὶ διὰ στόματος τὴν αἰσχρότητα ἀπολαμβάνουσα, ᾗ ἔοικεν αὕτη ἡ φρενοβλαβὴς αἵρεσις, ἧς τὴν κεφαλὴν καὶ τὸ σῶμα καὶ τὰ ἐξ αὐτῆς γεγεννημένα ἐνταῦθα συντρίψαντες τῷ ξύλῳ τῆς ζωῆς τὰς ἑτέρας διασκοπεῖν προέλθωμεν, θεὸν ἀρωγὸν ἐπαντλούμενοι. ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Καρποκρᾶς τις ἕτερος γίνεται, συστήσας ἑαυτῷ ἀθέμιτον διδασκαλεῖον τῆς ψευδωνύμου αὐτοῦ αὐτοῦ χείρονας πάντων οὗτος τοὺς τρόπους κεκτημένος.

ἐκ πάντων γὰρ τούτων, Σίμωνός τε καὶ Μενάνδρου. Σατορνίλου τε καὶ Βασιλείδου καὶ Νικολάου καὶ αὐτοῦ [*](19 ff vgl. mit der Darstellung des Epiph. insbesondere (Hegesipp bei Eusebiiis h. e. IV 22, 5; S. 372, 1 Schwartz Celsus bei Origenes c. Cels. V 62; II 65, 25 f ötschau) Irenaeus adv. haer. I 25; 204ff Harvey Hippolyt refut. VII 32 S. 218, 1ff Wendland Tertullian de anima 23 u. 35 Ps. Tert. adv. omn. haer. 3 Filastrius haer. 35; S. 19, 9ff Marx V M) [*](1 αὐτῶν < V 2 u. 11 ἀπειρώδυνον VM 5 συνεισβαλεῖν M. Ι ἐκείνης, σ angeflickt V corr 9 ἔχων 10 ἀπο///λέσθαι V 14 φρενοβλαβῆ M. 15 γεγεννημένα, ν von äterer Hand über V 17 < V 18 Unterschrift κατὰ Γνωστικῶν V κατὰ Γνωστικῶν τῶν καὶ Βορβορητῶν M 19 κατὰ Καρποκρασίων ἑβδόμη, ἥ καὶ κζ V κατὰ Καρποκρασίων ζ, τῆς δὲ ἀκολουθίας κζ M 20 f διδασκαλί///αν aus διδασκαλεῖον V cort διδασκάλιον M 21 χείρους 22 ἐκέκτητο M 23 τε < M Ι βασιλείδου M 23 f αὐτοῦ τοῦ] αὐτοῦ auf Rasur Vcorr τοῦ τοῦ M)

301
τοῦ Καρποκρᾶ, ἔτι δὲ ἐκ προφάσεως Οὐαλεντίνου ἡ τῆς Ψευδωνύμου γνώσεως ἐφύη αἵρεσις, ἥτις Γνωστικοὺς τοὺς αὐτῆς ὠνόμασεν, ἀφ’ ἧς οἱ Γνωστικοὶ ἤδη μοι δεδήλωνται, κατάγνωστοι ὄντες τὸν τροπον.

2. Οὗτος δὲ πόλιν ἄνω μὲν μίαν ἀρχὴν λέγει καὶ πατέρα τῶν ὅλων καὶ] ἄγνωστον καὶ ἀκατονόμαστον ἵσα τοῖς ἄλλοις εἰσάγειν βούλεται, τὸν δὲ κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ ὑπὸ ἀγγέλων γεγενῆσθαι, τῶν πολύ τι ὑπὸ] τοῦ πατρὸς τοῦ ἀγνώστου ὑποβεβηκότων· τούτους γὰρ λέγει ἀποστάντας ἀπὸ τῆς ἄνω δυνάμεως οὕτω τὸν [*](D 63) κόσμον πεποιηκέναι.