Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

14. Περιχακῶ δὲ ὡς ἀληθῶς τὰ πάντα ἐξειπεῖν. θεοῦ γάρ ἐστι μόνου ἀποκλεῖσαι τὸν βυθὸν τῆς δυσοσμίας ταύτης. καὶ παρελεύσομαι ἐκ τοῦ τόπου, εὐξάμενος τῷ παμβασιλεῖ θεῷ μηδένα εἰς τὸν βόρβορον ἐγκαταπαγῆναι μηδὲ αὐτοῦ τὴν ἔννοιαν μεταλαβεῖν τῆς δυσώδους ἀκαθαρσίας.

πρῶτον μὲν γὰρ ὁ ἀπόστολος Παῦλος ἐκκόπτει αὐτῶν πᾶσαν ῥίζαν τῆς κακίας, περὶ χηρῶν νεωτέρων παραγέλλων χήρας‘ φησίν »νεωτέρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἀθέτησαν«· »ἀλλὰ γαμείτωσαν τεκνοποιείτωσαν οἰκοδε- σποτείτωσαν‘.

εἰ δὲ ὁ ἀπόστολος λέγει τεδνογονεῖν οἰκοδεσποτεῖν], οὑτοι δὲ παραιτοῦνται τὴν τεκνογονίαν, ὄφεώς ἐστι καὶ κακῆς διδασκαλίας τὸ ἐπιχείρημα. ἡττώμενοι γὰρ τῇ ἡδονῇ τῆς πορνείας ἐπινοοῦσιν ἑαυτοῖς ἀκαθαρσίας προφάσεις, ὅπως δόξωσι πληροφορεῖν τὴν ἑαυτῶν ἀσέλγειαν.

καὶ ἔδει μὲν ἀληθῶς ταῦτα μήτε λέγεσθαι μήτε ἐν συντάγμασι καταξιοῦσθαι γράφεσθαι, θάπτεσθαι δὲ ὥσπερ νεκρόν τινα όόωδότα καὶ λοιμώδη ἀποφορὰν πνέοντα, ἴνα μὴ καὶ διὰ τῆς ἀκοῆς λυμήνηται τοὺς ἀνθρώπους.

καὶ εἰ μὲν παρεληλύθει ἡ τοιαύτη αἵρεσις καὶ οὐκέτι ἦν ἐν τῷ βίῳ, ἀγαθὸν ἦν ταύτην θάψαι καὶ μήτε ὅλως περὶ αὐτῆς εἰπεῖν. ἐπειδὴ δὲ καὶ ἔστι καὶ πράττεται, προετράπημεν δὲ ὑπὸ τῆς ὑμῶν τιμιότητος περὶ πάντων εἰπεῖν, μέρη αὐτῆς διηγησάμην ἀναγκασθείς, ἵνα τὸ φιλάληθες μὴ παρασιω- πήσω, ἀλλὰ ὑφηγήσωμαι εἰς ἀποτροπὴν μὲν τῶν ἀκουόντων, εἰς ἐξαγωγὴν δὲ τῶν πραττόντων.

πόθεν γὰρ οὐκ ἔχομεν δεῖξαι τοὺς παρ' αὐτοῖς φόνους καὶ τερατώδη ἔργα καὶ τελετὰς διαβόλου ἐξ ἐπινοίας > τοῦ αὐτοῦ διαβόλου τοῖς ἐμβεβροντημένοις δοθείσας;