Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ ἀπατῶντες τὸ αὑτοῖς πειθόμενον γυναικεῖον γένος, τὸ σωρευόμενον ἁμαρτήμασι καὶ ἀγόμενον ἐπιρροίαις ποικίλαις‘, φάσκουσι ταῖς ἠπατημέναις παρ' αὐτῶν ὅτι ἡ δεῖνα παρθένος, ἡ τοσαῦτα ἔτη πεφθαρμένη καὶ φθεγγομένη καθ' ἑκάστην ἡμέραν. κόρον γὰρ οὐκ ἔχει παρ αὑτοῖς ἡ λαrνεία, ἀλλὰ ὅσον τις παρ' αὐτοῖς αἰσχρουργὸς ἄνθρωπος, τοσοῦτον παρ' αὑτοῖς ἐπαινετός.

ἐκείνας δέ φασιν παρθένους εἶναι, τὰς μηδέποτε ἐν κοσμικῇ μίξει γάμου κατὰ φύσιν τῆς συνηθείας γενομένας ἴως καταβολῆς σπέρματος, ἀλλὰ μιγνυμένας μὲν ἀεὶ καὶ πορνευούσας πρὸ δὲ τοῦ ἀπαρτηθῆναι τὴν ἡδονὴν ἀφιστώσας τὸν πονηροποιὸν αὐτῶν τῆς κοινωνίας φθορέα καὶ λαμβανούσας τὴν προειρημένην αἰσχρότητα εἰς ἐδωδήν,

ὡς κατὰ τὸ ὅμοιον <τῆς> τοῦ Σηλῶμ πρὸς τὴν Θάμαρ κακοτροπίας, * ἀλλὰ ἀπὸ παρθενίας τὴν τέχνην ταύτην ἐπανῃρημένας τοῦ φθείρεσθαι μέν, μὴ ὑποδέχεσθαι δὲ τῆς φθορᾶς τὴν μῖξιν καὶ τὴν ἀπόρροιαν.

βλασφημοῦσι δὲ οὐ μόνον τὸν Ἀβραὰμ καὶ τὸν Μωυσέα καὶ τὸν Ἠλίαν καὶ πάντα τὸν χορὸν τῶν προφητῶν, ἀλλὰ καὶ τὸν θεὸν τὸν ἐκλεξάμενον αὐτούς.

12. Ἄλλα δὲ μυρία παρ' αὐτοῖς πλασθέντα γραφεῖα τετόλμηται. γένναν μὲν γὰρ Μαρίας βιβλίον τί φασιν εἶναι, ἐν ᾧ δεινά τε καὶ [*](1f vgl. Hippolyt refut. VI 19, 5; S. 146, 12 Wendland ἀλλὰ καὶ μακαρίζουσιν ἑαυτοὺς ἐπὶ τῇ (ξένῃ) μίξει, ταύτην εἶναι λέγοντες τὴν τελείαν ἀγάπην — 3 11 3,6 — 1 3f vgl. Gen. 38, 9 vgl. 5 (die Namen verwechselt) — 16ff genauer bei Irenaeus adv. haer. I 30, 10 f; I 237 Harvey et unusquisque eorum (der Archonten) suum praeconem assumit ad gloriandujn et demn annunciajidum . . . sie auicm propJietas distribuunt: huius quidem Jaldahaoth Moysen fuisse et Jesum Nave et Amos et Abacuc, illius autem Jao Samuel et Nathan et Jonam et Michaeam, illius autem Sabaoth Heliam et Joel et Zachariam , illius autem Adonai Esaiam et Ezechiel et Jeremiam et Danid, illius autem Eloi Tohiam et Aggaeum, illius autem Orei Michaeam et Nahum, illius autem Asta[n]fei ·Hesdram et Sophoniam — 20 Die γέννα Μαρίας nur hier bezeugt V M) [*](1 ἐξολεῖς M Ι οὖτοι] οἱ αὐτοὶ V 2 τάγμα) τάγμα] πράγμα, πρ aus τ V corr 3 σεσωρευμένον aus σωρευόμενον V corr 4 ἠγμένον aus ἀγόμενον V corr Ι ποικίλαις ἐπιθυμίαις V παρ’] ὑπὲρ V Ι ἔτη < M 5 f ἐφθαρμένη, π wegradiert V πεφθησομένη M 7 ἀλλ’ M 8 εἶναι παρθένους V 10 μὲν < M 11 Πρὸ δὲ] καὶ πρὸ M Ι ἀπαρτισθῆναι aus ἀπαρτηθῆναι V corr ἀπαρτηθῆναι M 13 > * 14 * etwa <παρθενίαν μὲν αὐχούσας> * 19 πλασθέντα hergestellt V corr πλασθέντα M)

291
ὀλέθρια ὑποβάλλοντές τινα ἐκεῖσε λέγουσιν.

ἐκ τούτου γάρ φησι τὸν Ζαχαρίαν ἀπεκτάνθαι ἐν τῷ ναῷ, ἐπειδή φησίν, ἀπτασίαν ἑώρακε, καὶ ἀπὸ τοῦ φόβου θέλων εἰπεῖν τὴν ὀπτασίαν ἀπεφράγη τὸ στόμα. εἶδε γάρ, φησίν, ἐν τῇ ὤρᾳ τοῦ θυμιάματός τινα, ὡς ἐθυμία, ἄνθρωπον ἑστῶτα, φησίν, ὄνου μορφὴν ἔχοντα.

καὶ ἐξελθόντος, φημί, καὶ θέλοντος εἰπεῖν· οὐαὶ ὑμῖν, τίνι προσκυνεῖτε; ἀπέφραξεν αὐτοῦ τὸ στόμα ὁ ὀφθεὶς αὐτῷ ἔνδον ἐν τῷ ναῷ, ἵνα μὴ δύνηται λαλῆσαι. ὅτε δὲ ἡνοίγη τὸ στόμα αὐτοῦ ἴνα λαλήσῃ, τότε ἀπεκάλυψεν αὐτοῖο καὶ ἀπέκτειναν αὐτόν. καὶ οὕτως, φησίν, ἀπέθανε Ζαχαρίας.

διὰ τοῦτο γὰρ ὁ ἱερεὺς προσετάγη ὑπ' αὐτοῦ τοῦ νομοθετήσαντος, Ι φησίν, ἔχειν κώδωνας, ἱν ὅταν εἰσέρχηται ἱερατεῦσαι, τὸν κτύπον ἀκούων κρύπτηται ὁ προσκυνούμενος, ἵνα μὴ φωραθῇ τὸ ἰνδαλτικὸν αὐτοῦ τῆς μορφῆς πρόσωπον.