Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ συνέχοντες αὐτὴν τοῦ μὴ ἄνω δύνασθαι ἀνιέναι συνεγίνοντο αὐτῇ, ἕκαστος ἐν ἑκάστῳ σώματι γυναικείας καὶ θηλυκῆς σχέσεως, μεταγγιζομένης αὐτῆς ἀπὸ σωμάτων θηλυκῶν εἰς σώματα διάφορα ἀνθρωπίνης φύσεώς τε καὶ κτηνῶν καὶ τῶν ἄλλων, ἴνα δι' ὡν αὐτοὶ ἐργάζονται, κτείνοντές τε καὶ κτεινόμενοι, μείωσιν ἑαυτῶν διὰ τῆς τοῦ αἵματος προχύσεως ἐργάζωνται, εἶτα ἐκείνη τὴν δύναμιν συλλεγομένη πόλιν αὖθις εἰς οὐρανὸν ἀναβῆναι δυνηθῇ.

3. »Ἦν δὲ αὕτη τότε ἡ ἐπὶ τοῖς Ἕλλησί τε καὶ Τρωσὶ καὶ ἀνωτάτω πρὶν ἢ τὸν κόσμον γενέσθαι καὶ μετὰ τὸν κόσμον διὰ τῶν ἀοράτων δυνάμεων . τὰ ἰσότυπα πεποιηκυῖα.

αὐτὴ δέ ἐστιν ἡ νῦν σὺν ἐμοὶ καὶ διὰ ταύτην κατελήλυθα. καὶ αὕτη δὲ προσεδόκα τὴν ἐμὴν παρουσίαν· αὕτη γάρ ἐστιν ἡ Ἔννοια, ἡ παρὰ Ὁμήρῳ Ἑλένη καλουμένη. καὶ τούτου ἕνεκεν ἀναγκάζεται αὐτὴν διαγράφειν Ὅμηρος ἐπὶ πύργου ἑστηκέναι καὶ διὰ λαμπάδος ὑποφαίνειν τοῖς Ἕλλησι τὴν κατὰ τῶν Φρυγῶν ἐπιβουλήν. ἐχαρακτήριζε Τε διὰ τῆς λαμπηδόνος, ὡς ἔφην, τὴν τοῦ ἄνωθεν φωτὸς ἔνδιξιν.«

διὸ καὶ τὸν παρὰ τῷ Ὁμήρῳ δούρειον ἵππον μεμηχανημένον, ὃν νομίζουσιν Ελληνες ἐπίτηδες γεγενῆσθαι, ἔλεγε πάλιν ὁ γόης ὅτι ἄγνοιά ἐστι ἐστι τῶν ἐθνῶν· καὶ »ὡς οἱ Φρύγες ἕλκοντες αὐτὸν ἀγνοίᾳ τὸν ἴδιον ὄλεθρον ἐπεσπάσαντο, οὕτω γὰρ] καὶ τὰ ἔθνη τουτέστιν οἱ ἄνθρωποι [*](6 Irenaeus adv. haer. I 23, 2; 1 192 Harvey et per saecula veluti de vase in vas transmigraret in altera muliehria corpora Terfcullian de anima 34 ita multls aevis per alios atque alios habitus femininos volutatam — 12 etwas anders bei Irenaeus adv. haer. I 23, 2; 1 191 Harvey kanc enim Ennoiam ejcsilientem ex eo, cognoscentem quae vidi pater eius degredi ad inferiora et generare angelos et pote- states, a quihiis et mundum hunc factum dixit — 14 f vgl. Irenaeus adv. haer. I 23, 2; I 192 Harvey Hippolyt refut. VI 19, Iff; S. 145, 12 f Wendland — 15 ff vgl. Hippolyt refut. VI 19, 1; S. 145, 8 Wendland καὶ γὰρ τὸν δούρειον ἵππον ἀλληγορεῖ καὶ τὴν Ἑλένην ἅμα τῇ λαμπάδι (auch dement. Recogn. II 12) — 22 f vgl. Irenaeus adv. haer. I 23, 3; I 193 Harvey = Hippolyt refut. VI 19, 5 S. 146,16 Wendland οὕτως τοῖς ἀνθρώποις σωτηρίαν παρέσχε διὰ τῆς ἰδίας ἐπιγνώσεως V Μ) [*](1 καὶ] * 2 αὐτοὺς] αὐτοὺς ABBREVαὐτοὺς V corr ἑαυτοὺς M 3 αὐτοὺς V ἑαυτοὺς Μ 4 συνεγίνετο V 5 f θηλυκῆς — θηλυκῶν εἰς < M ABBREVM ω V corr 9 προσχύσεως, σ V corr 10 ἀναβῆναι εἰς οὐρανὸν V 13 vor ἰσότυπα + ἴσα M ausradiert Vcorr; τὰ ἰσότυπα sc. zu dem κόσμος der oberen Welt 14 κατελήλυθα] καταβέβηκα S 242, 15 παρ’ M 17 λαμπηδόνος V τὴν < V 19 δούρειον, ει aus ι Vcorr δώριον M 20 ἔλεγε + δὲ Μ 22 [γὰρ])

242
οἱ ἐκτὸς τῆς ἐμῆς γνώσεως διὰ τῆς ἀγνοίας ἕλκουσιν ἑαυτοῖς τὴν ἀπώλειαν«.

ἀλλὰ καὶ Ἀθηνᾶν πάλιν τὴν αὐτὴν ἔλεγε τὴν παρ’ αὐτῷ Εννοιαν καλουμένην, χρώμενος δῆθεν ὁ πλάνος ταῖς τοῦ ἁγίου ἀποστόλου Παύλου φωναῖς μεταποιῶν τε τὴν ἀλήθειαν εἰς τὸ αὐτοῦ ψεῦδος, τό »ἐνδύσασθε τὸν θώρακα τῆς πίστεως καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου κω κνημῖδας καὶ μάχαιραν καὶ θυρεόν‘, πάντα ταῦτα ἐπὶ τῆς τοῦ Φιλιστίωνος μιμολογίας ὁ ἀπατεὼν τὰ ὑπὸ τοῖ ἀποστόλου εἰρημένα διὰ στερεὸν λογισμὸν καὶ πίστιν ἁγνῆς ἀναστροφῆς καὶ δύναμιν Μου λόγου καὶ ἐπουρανίου εἰς χλεύην λοιπὸν καὶ οὐδὲν ἕτερον μεταστρέφων. »τί γάρ;« φησί, »ταῦτα πάντα εἰς Ἀθηνᾶς τύπους μυστηριωδῶς ἐσχημάτιζε« διὸ πάλιν ἔλεγεν, ὡς προεῖπον,