Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. αὐτὸ τὸ σῶμα ἀληθινῶς αὐτὴν τὴν σάρκα αὐτὴν τὴν ψυχὴν αὐτὰ τὰ πάντα· οὐκ ἄλλο τι παρὰ τὸ ὄν σῶμα, ἀλλ’ αὐτὸ τὸ ὂν ἐνδυναμώσας καὶ ἑνώσας εἰς μίαν ἑνότητα εἰς μίαν τὸ σαρκικὸν ἄφθαρτον τὸ σωματικὸν πνευματικὸν τὸ παχυμερὲς λεπτομερὲς τὸ θνητὸν ἀθάνατον, μὴ ἑωρακὸς ὅλως διαφθοράν, μὴ καταλειφθείσης τῆς ψυχῆς ἐν Ἅιδῃ,

μὴ μερισθέντος τοῦ ὀργάνου πρὸς ἁμαρτίαν, μὴ χρανθέντος τοῦ νοῦ τροπῇ, ἀλλὰ τὰ ὅλα μὲν ἀνθρώπου λαβών, φυλάξας δὲ ὅλα τέλεια. ἐπιδεδωκυίας τῆς θεότητος τῇ ἀληθινῇ ἐνανθρωπήσει πρὸς τὰς εὐλόγους χρείας, λέγω δὴ τὰς ἐκ σώματός τε καὶ ψυχῆς καὶ ἐκ νοῦ ἀνθρωπίνου * πιστουμένας τὴν πληροφορίαν, τουτέστιν πείνῃ καὶ δίψῃ, κλαυθμῷ τε καὶ ἀθυμίᾳ, δάκρυσί τε καὶ ὕπνῳ, καμάτῳ καὶ ἀναπαύσει.

ταῦτα γὰρ οὐχ ἁμαρτίας εἶδος, ἀλλ’ ἐνανθρωπήσεως ἀληθεστάτης γνώρισμα, ἀληθείᾳ τῆς θεότητος συνούσης τῇ ἐνανθρωπήσει, οὐ τὰ ἀνθρώπινα πασχούσης, ἀλλὰ τῆς θεότητος συνευδοκούσης εἰς τὰ εὔλογα καὶ τὰ ἐκτὸς ἁμαρτίας καὶ τροπῆς ἀπηγορευμένης ὑπάρχοντα.

ἀλλὰ καὶ ἀνέστη καὶ [*](1 IPetr. 4, 1 — 2 I Fetr. 3, 18 — 4 vgl. Kphes. 4. 8 — 7 Röm. 6, 9 12 f vgl. Psal. 15, 10 GU M anaceph. 1 σαρκί < Μ 2 θεία < G U | θανατωθεὶς + μὲν anaceph. G U 5 τῇ τρίτῃ ἡμέρᾳ] τριήμερος anaceph. | σώματι] πνεύματι anaceph. 6 τὸ σῶμα] τῶ σῶμα G τῶ σώματι Μ 10 τὸ < anaceph. | ὄν] ἴδιον | καὶ ἑνώσας < GUM | εἰς μίαν ἑνότητα < Μ | vor εἰς μίαν2 + 12 ἀθάνατον + <ἀποδείξας> ? * | ἑωρακὼς GM 13 καταληφθείσης Μ | Ἅιδην < anaceph. 14 πρὸς] εἰς anaceph. | εἰς τροπὴν anaceph. | τροπῇ + τὸ παράπαν G | μὲν < anaceph. 15 vor τέλεια + τὰ anaceph. 16 f τὰς — ψυχῆς] ταῖς χρείαις, ταῖς ταῖς εὐλογίαις κατὰ τὰς σωματικάς τε καὶ ψυχικὰς anaceph. 17 * etwa <φυομένας, τῆς ἀληθινῆς ἐνανθρωπήσεως> * κεκτημένας anaceph. 18 τουτέστιν] τὰ τῇ anaceph. | vor κλαυθμῷ + καὶ anaceph. 19 δακρύσει U | καμάτῳ < UM | οὐκ Μ 20 ἀληθεστάτου anaceph. | ἀληθείας M 21 τῇ ἐνανθρωπήσει < anaceph. | ἀνθρωπότητι U 22 τὰ < anaceph. 23 ὑπάρχοντα *] anaceph. < G U M | ἀλλὰ καὶ < G)

231
θυρῶν κεκλεισμένων εἰσῆλθεν, ἵνα τὸ παχυμερὲς λεπτομερὲς ἀποδείξῃ, αὐτὸ τὸ ὂν σὺν σαρκὶ καὶ ὀστέοις. μετὰ γὰρ τὸ εἰσελθεῖν χεῖρας καὶ πόδας καὶ πλευρὰν νενυγμένην, ὀστέα τε καὶ νεῦρα καὶ τὰ ἄλλα, ὡς μὴ εἶναι φαντασίαν τὸ ὁρώμενον· πίστεώς τε καὶ ἐλπίδος τῆς ἡμετέρας τὴν ὑπόσχεσιν ἐποιεῖτο, δι᾿ ἑαυτοῦ τὰ ὅλα τελειώσας.

καὶ συναλίζεται οὐ δοκήσει ἀλλὰ ἀληθείᾳ, παιδεύων τε ἐδίδαξε βασιλείαν οὐρανῶν κηρύσσειν ἐν ἀληθείᾳ, τὸ μέγα καὶ κορυφαιότατον * σημαίνων τοῖς μαθηταῖς καὶ λέγων »μαθητεύσατε τὰ ἔθνη«, τουτέστιν μεταβάλετε τὰ ἔθνη ἀπὸ κακίας εἰς ἀλήθειαν, ἀπὸ αἱρέσεων εἰς μίαν ἑνότητα,

»βαπτίζοντες αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος«, εἰς τὴν κυριακὴν ὀνομασίαν τῆς τριάδος, τὴν ἁγίαν καὶ βασιλικὴν σφραγῖδα, ἵνα δείξῃ ἐκ τοῦ ὄνόματος μηδεμίαν ἀλλοίωσιν εἶναι τῆς μιᾶς ἑνότητος.

ὅπου γὰρ οἱ βαπτιζόμενοι κελεύονται ὑπ᾿ αὐτοῦ <σφραγίζεσθαι> εἰς ὄνομα ἀσφαλὴς ἡ δοξολογία· »εἰς ὄνομα υἱοῦ« οὐκ ἀποδεόντως ἡ ἐπίκλησις· »εἰς ὄνομα ἁγίου πνεύματος‘ οὐ διῃρημένος ὁ σύνδεσμος οὐδὲ ἀπηλλοτριωμένος, τῆς μιᾶς θεότητος ἔχων τὴν σφραγῖδα.