Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
Εὐθὺς δὲ ἐπεδήμησεν κατὰ πόδας ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος παρουσία, ἥτις κατέλαβε τὰς προειρημένας ἑπτὰ αἱρέσεις ἐν Ἱεροσολύμοις. ἔσβεσε δὲ ταύτας ἡ αὐτοῦ δύναμις καὶ διεσκέδασε. λοιπὸν δὲ μετὰ τὴν αὐτοῦ ἐπιδημίαν αἱ μετέπειτα πᾶσαι γεγόνασιν αἱρέσεις, λέγω δὲ μετὰ τὸ εὐαγγελισθῆναι Μαριὰμ ἐν Ναζαρὲτ διὰ τοῦ Γαβριὴλ καὶ μετὰ πᾶσαν ἁπλῶς τὴν ἔνσαρκον τοῦ κυρίου παρουσίαν εἴτουν ἀνάληψιν.
ηὐδόκησε γὰρ ὁ θεὸς πρὸς σωτηρίαν τῶν ἀνθρώπων τὸν ἴδιον υἱὸν κατελθόντα ἐν μήτρᾳ παρθενικῇ συλληφθῆναι, Λόγον ὄντα ἀπ’ οὐρανοῦ, ἐκ κόλπων πατρῴων γεγεννημένον ἀχρόνως καὶ ἀνάρχως, ἐλθόντο δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, θεὸν Λόγον ὄντα ἐκ θεοῦ πατρὸς ἀληθινῶς γεγεννημένον, ὁμοούσιον ὄντα τῷ πατρὶ καὶ οὐδὲν παρὰ τὸν πατέρα ἡλλοιωμένον, ἀλλὰ ἄτρεπτον ὄντα καὶ ἀναλλοίωτον, ἀπαθῆ τε καὶ ὅλως μὴ πάσχοντα, συμπάσχοντα δὲ τῷ ἡμετέρῳ γένει,
κατελθόντα [*](16 vgl. Liik. 1, 26 ff — 21 f vgl. Hehr. 1, 2 GU Μ 10 — S. 233, 12 Aiuicephalaeosis (= anaceph.) 2 ἐμφέρονται U | <ἀλλ'> * 3 ἢ] αὶ M | μόναι] μὲν αἱ U Μ | λέγω < UM | <ἡ> * | Γορθηνῶν 4 Λωσιθέων GM | δὲ] τε GM | 5 ἢ] ἡ UM | Ὀσσαίων *] Ἰουδαίων G U M 6 ὀλίγοι ἀφωρισμένοι < 7 Σαμψέων V | οἵτινες] καὶ UM 9 Unterschrift κατὰ Ἡρωδιανῶν G 10 ἔνσαρκος παρουσία καὶ ἀλήθεια U 12 δὲ < anaceph. 13 vor τὰς + anaceph. 14 ἐν + δὲ anaceph. 15f μετὰ μετὰ τὴν — λέγω δὴ] ἀπὸ τῆς αὐτοῦ ἐπιδημίας anaceph. 17 — 20 διὰ τοῦ Γαβριὴλ — συλληφθῆναι] καὶ συνειλῆφθαι anaceph. 18 εἴτουν *] εἴτε GM εἶτα U 20 τὸν Λόγον τὸν ὄντα anaceph. 24 ἀλλ’ U 25 κατελθόντα] καὶ ἐλθόντα anaceph.)
προσενεχθέντα ἐν Ἱεροσολύμοις, ἐναγκαλισθέντα ὑπὸ Συμεῶνος. ἀνθομολογηθέντα ὑπὸ Ἄννης τῆς τοῦ Φανουὴλ προφήτιδος, ἀπενεχθέντα εἰς Ναζαρέτ, ἐλθόντα τῷ ἑξῆς ἐνιαυτῷ ὀφθῆναι ἐνώπιον κυρίου εἰς Ἱερουσαλήμ,