Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Αἱρέσεις πάλιν μετὰ ταύτας τὰς προειρημένας τῶν Σαμαρειτῶν καὶ <τὰς> ἄνω που τῶν Ἑλλήνων προδηλωθείσας ἑπτὰ τὸν ἀριθμὸν παρὰ Ἱουδαίοις πρὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας ἐν τῇ Ἰουδαίᾳ τε καὶ Ἱεροσολύμοις.

2. Πρῶτοι Σαδδουκαῖοι, ἀπόσπασμα ὄντες ἀπὸ Δοσιθέου τοῦ προλελεγμένου. ἐπονομάζουσι δὲ οὑτοι ἑαυτοὺς Σαδδουκαίους, δῆθεν ἀπὸ δικαιοσύνης τῆς ἐπικλήσεως ὁρμωμένης· Σεδὲκ γὰρ ἑρμηνεύεται δικαιοσύνη. ἦν δὲ καὶ Σαδδούκ τις τοὔνομα κατὰ τὸ παλαιὸν τῶν ἱερέων.