Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

<A.>

Καὶ γὰρ ἀπ᾿ ἀρχῆς Ἀδὰμ τῇ ἕκτῃ ἡμέρᾳ πλασθεὶς ἀπὸ γῆς καὶ λαβὼν τὸ ἐμφύσημα ἐζωογονήθη οὐ γάρ, ὥς τινες οἴονται, ἀπὸ πέμπτης ἤρξατο καὶ τῇ ἕκτῃ ἐτελειώθη· ἔσφαλται γὰρ ἡ τῶν λεγόντων τοῦτο διάνοια), ἁπλοῦς τε ἦν καὶ ἄκακος, οὐκ ὄνομά τι κεκτημένος ἕτερον, οὐ δόξης οὐ γνώμης οὐ βίου διακρίσεως ἐπίκλησιν κεκτημένος <ἀλλ’> ἢ Ἀδὰμ μόνον κληθείς, τὸ ἑρμηνευόμενον τούτῳ πλάττεται ἐξ αὐτοῦ γυνὴ ὁμοία αὐτῷ,

ἐκ τοῦ αὐτοῦ σώματος, Ε; τοῦ αὐτοῦ ἐμφυσήματος. παῖδες δὲ γεννῶνται τούτῳ ἄρρενές τε καὶ θήλειαι. καὶ βιώσας ἴτη ἐννακόσια τριάκοντα τὸ χρεὼν ἀπέδωκε.

τούτου παῖς Σήθ , υἱὸς δὲ τούτου Ἐνώς, καὶ κατὰ διαδοχὴν Καινάν, Μαλελεήλ, Ἰάρεδ. ὡς δὲ ἡ παράδοσις ἡ εἰς ἡμᾶς ἐλθοῦσα <περι>έχει, ἐντεῦθεν ἤρξατο ἡ κακομηχανία ἐν γίνεσθαι, καὶ ἀπ᾿ ἀρχῆς μὲν διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἔπειτα δὲ διὰ τῆς τοῦ Κάϊν ἀδελφοκτονίας, νῦν δὲ ἐν χρόνοις τοῦ Ἰάρεδ καὶ ἐπέκεινα φαρμακεία καὶ μαγεία, ἀσελγεια, μοιχεία τε καὶ ἀδικία.

οὐ [*](6 f vgl. Gen. 1, 26; 2, 7 — 12 vgl. Gen. 2, 21 ff — 14 Gen. 5, 5 — 15 Gen. 5, 6. 9. 12. 15 — ff vgl. liber Jub. 4, 15 u. 22 Littmann GY M 6 — iiaer. 34 ausgezogen im Crypto-Ferratensis Ba (= f ) ; noch kürzer u. zugleich freier sind die Auszüge bei Nicetas Choniates, Thesaurus orthod. fidei 16 —20 Chron. pasch. 23 B; S. 40 Dindorf) [*](2 * <σῴζεσθαι> * 3 δήγματα G | διδάγματα + τὰ M 5 Ε; * ; die Überschriften der 4 ersten Ηäresen sind in den Handschriften Daß Epiphanius tatsächlich auch hier Zahlen beweisen die Spuren bei S. 173,22 (Apparat) 176, 18 177, 12 179,18 u. 20 8 vor τῇ ἕκτῃ + ἐν GUM < f | ἐτελειώθη f] ἐπλάσθη GUM | τοῦτο λεγόντων 11 <ἀλλ’> 12 γυνὴ hinter αὐτῷ αὐτῷ GUM 13 <διὰ> * 15 16 ὡς δὲ ἡ] ἡ δὲ Chron. pasch. 17 Ε;έχει *] ἔχει f < GUM Chron. pasch. ἐντεῦθεν < Chron. pasch. 18 δὲ < GM 19 νῦν] εἶτα Chron. pasch. Chron. pasch. | καὶ 1 < M | καὶ ἀσέλγειαι Chron. pasch. | μοιχεία Chron. pasch. | τε < M | ἀδικία + ἐχ·ρημάτισεν Chron.)

173
γνώμη <δέ> τις ἑτέρα, οὐ δόξα μετηλλαγμένη, ἀλλὰ μία γλῶττα γένος ἓν ἐπὶ γῆς κατ᾿ ἐκεῖνο καιροῦ ἐσπαρμένον.

τούτῳ δὲ τῷ Ἰάρεδ γίνεται παῖς τοὔνομα Ἐνώχ, ὃς »εὐηρέστησε τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο· μετέθηκεν γὰρ αὐτὸν ὁ θεός‘ καὶ « καὶ » οὐκ εἶδεν θάνατον‘. Ἐνὼχ δὲ γεννᾷ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε.

καὶ ἡ τοῦ θεοῦ δικαιοκρισία κατακλυσμὸν ὕδατος ἐπενέγκασα τῇ οἰκουμένῃ πᾶσαν σάρκα ἀνθρώπων τε καὶ τῶν ἄλλων * ἐξήλειψεν, ἐφύλαξε δὲ ἐν λάρνακι διὰ προστάγματος τὸν Νῶε, εὐαρεστήσαντα ἐνώπιον αὐτοῦ καὶ εὑρόντα χάριν, αὐτόν τε τὸν προδεδηλωμένον Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, Σὴμ Χὰμ Ἰάφεθ, τήν τε ἰδίαν σύζυγον καὶ τῶν τριῶν υἱῶν τὰς τρεῖς γυναῖκας,

ὥστε ἀνθρώπων ψυχὰς ὀκτὼ ἐν τῇ τότε λάρνακι διασεσῶσθαι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ ἀπὸ παντὸς γένους θηρίων τε καὶ ζῴων, κτηνῶν τε καὶ τῶν ἄλλων τῶν ἐπὶ γῆς πρὸς σύστασιν πάλιν τῆς ἐν κόσμῳ πάντων ὑποστάσεως ἀπὸ τινῶν μὲν δύο δύο ἀπὸ δὲ ἄλλων ἑπτὰ ἑπτά.

καὶ οὕτως παρῆλθε δεκάτη γενεὰ ἐτῶν δισχιλίων διακοσίων ἐξήκοντα δύο. καὶ ὁ κατακλυσμὸς πέπαυται καὶ Νῶε καὶ ὁ αὐτοῦ οἶκος λείψανον τῷ κόσμῳ γεγένηται.

οὔπω δὲ οὐχ ἑτεροδοξία, οὐκ ἔθνος τι διαφερόμενον, οὐκ ὄνομα αἱρέσεως, ἀλλ’ οὐδὲ εἰδωλολατρεία. ἐπειδὴ δὲ ἕκαστος ἀνθρώπων ἰδίᾳ γνώμῃ ἐστοίχει νόμος γὰρ οὐδὲ εἰς ἐτύγχανεν· ἕκαστος γὰρ ἑαυτῷ νόμος ἐγίνετο καὶ τῇ ἰδίᾳ γνώμῃ ἐστοίχει, καθὼς παρὰ τῷ ἀποστόλῳ ἡ χρῆσις, οὐ μόνον Βαρβαρισμοῦ, ἀλλὰ καὶ τῶν ἄλλων· φησὶ γάρ »ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος«), Βαρβαρισμὸς τότε ἐκαλεῖτο ἐν ταῖς δέκα γενεαῖς τοῦ χρόνου τὸ ἐπώνυμον.

[*](1 vgl. Gen. 11, 1 — 2 —4 Gen. 5, 18. 24 vgl. Hebr. 11, 5 — 4 —5 Gen. 521. 25. 29 — 6 ff vgl. Gen. 6, 9 ff — 12 vgl. I Pet. 3, 20 — vgl. Gen. 7, 2 — 16 die Zabl nach Julius Africanus vgl. Georgius Sync. p. 83; dazu ep. ad Job. episc. Hieros. = Hieronymi ep. 51, 6, 7; CSEL 54, 1 S. 407, 20 Hilberg — 23 Kol. 3, 11 vgl. Gal. 3, 28 G U M f)[*](1 <δέ> * 3 f εὑρίσκετο G 5 Ματθουσάλα G 7 * <ζῴων> * τε GU 12 διασώσασθαι UM 13 θηρῶν GU 14 τῶν2 < G 16 ἐτῶν + δι’ U 18 γεγέννηται M | οὐχ < U 19 οὐδὲ] οὔπω Μ οὐδὲ οὔπω G 21 οὐδὲ εἷς] εἷς οὐδαμοῦ G U 22 καθὼς] καὶ G | am Rand ݲ (am Schluß stehende Kapitelzahl) Μ 23 ἐν + γὰρ U)