Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

Ἐπιστολὴ γραφεῖσα ἀπὸ Παμφυλίας ἐκ πόλεως Σουέσρων ὑπὸ [*](Ρ 2) τῶν περὶ Ταρσῖνον καὶ Ματίδιον καὶ ἄλλους πρεσβυτέρους πρὸς Ἐ[οφἀνιον ἐπίσκοπον Κύπρου πόλεως κωνσταντίας περὶ πί- στεως αἰτησάντων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ ἄλλων μερῶν τῆς αὐτῆς πίστεως.

τῷ κυρίῳ θεοτιμήτῳ ἐπισκόκῳ Ἐπιφανῳ Ματίδιος καὶ Ταρσῖνος καὶ Νέων καὶ Νουμεριανός, πρεσβύτεροι τῆς ἐν Σουέδροις καθολικῆς ἐκκλησίαιν, ἐν κυρίῳ θεῶ χαίρειν.

Ποικίλως ὁ ἐχθρὸς τῷν ἀνθρώπων διάβολος εἰωθε ταράτειν καὶ τὰ ἴδια ἐπισπείρειν σπέρματα κατὰ τῶν ἁπλουστέρων καὶ μηδέπω εἰς τὴν πίστιν τῆς ἁγίας τριάδος τελειωθέντων καὶ βεβαιωθέντων. ·ὁ μέντοι σωρεὸς θεμέλιος« κατὰ τὸ γεγραμμένον »ἕστηκεν ἔχων τὴν σφραγῖδα ταὐτην· ἔγνω γὰρ κύριος τοὺς ὄντα αὐτοῦ.«

οἱ Τε πάντα εὐχερεῖς αἱρετικοὶ παρέντες τὴν κατὰ τοῦ Ἰησοῦ βλασφημίαν ἑτέρως εἰς τὸν θεὸν ἀσεβοῦσι, κατὰ τοῦ ἁγίου πνεύματος τὴν ἰδίαν »γλῶσσαν μεγαλύνοντες« καὶ »ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες«.

ἀλλ’ ὅμως καίπερ μυρίων κινηθέντων αὐτοὶ χάριτι κυρίου εἰς τὴν ὑγιῆ ἑστήκαμεν πίστιν, ἐν μηδενὶ ὅλως παρακινηθέντες τῆς ὀρθῆς καὶ ὁγιοῦς διδασκαλίας. καὶ πολλοὶ τῶν δοκούντων ἀπατᾶσθαι ἐπανερρώσθησαν Χάριτι κυρίου, διὰ τε γραμμάτων τοῦ μνήμης ἀξίου καὶ μακαρίου ἐπισκόπου Ἀθανασίου καὶ τοῦ θεοσεβεστάτου συλλειτυουργοῦ σου Προκλιανοῦ.

ἐπειδὴ Τε λείψανα τῆς κακῆς διδασκαλίας παρά τισιν ἔτι περιλείπεται καὶ χρὴ ταῦτα δι’ ὑμῶν τῶν ἐμπείρων γεωργῶν εἰς καλλιέλαιον ἐγκεντρισθῆναι ἢ τελεονκ ἐκκοπῆναι, τούτου χάριν γράφοντες τῇ θεοσεβείᾳ σου παρακαλοῦμεν καταξιῶσαι τὴν εὐλάβειάν σου γράμματα πρὸς τὴν ἡμετέραν ἐκκλησίαν διαχαράξαι καὶ διὰ πλατυτέρου διηγήματος τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ἐκθέσθαι, πρὸς τὸ δυνηθῆναι καὶ τοὺς ἁπλουστέρους καὶ ἔτι περὶ τὴν πίστιν ἐνδοιάζοντας βεβαιωθῆναι διὰ τῶν ἱερῶν σου γραμμάτων καὶ τὸν ἐχθρὸν τῆς ἐκκλησίας διάβολον διὰ τῶν [*](9 f vgl. Matth. 13, 25 11 – 13 II Tim. 2, 19 — 14 f vgl. Matth. 12, 31 15 Psal. 11, 5 — 16 Psal. 72, 8 — 23 vgl. Rom. 11, 17. 22 L J V (S. 2, 1 bis 9, 3)) [*](1 ὑπὸ *] ἐκ L J ἀπὸ v 2 Ταρασίνον L | 3 vor Ἐπιφάνιον + τὸν ἅγιον L J | ἐπίσκοπον Κύπρου πόλεως Κωνσταντίας < L J 6 κυρίῳ + μου v | Ταρασῖνος Lv 6 f καὶ Νέοιν καὶ Νουμισιανός] οἱ καὶ L) νέοι L J 8 θεῷ < L J, vgl. S. 8, 8 u. 5, 19 9 τὰ ἴδια hinter ἐπισπείρειν v 10 ἐπισπείρειν L 11 τελειω- θέντων καὶ βεβαιωθέντων *] τελειωθέντων καὶ < L J τελειωθέντες καὶ βεβαιωθέντες v 11 — 16 ὁ μέντοι — κινηθέντων < ν 14 παρέντος J 15 μεγαλύναντα L 17 f παρακινήματι v 20 καὶ1 ν | θεοσεβεστάτου] κυρίου μου ν 22 δι’ ὑμᾶς 3 24 τῆ σῆ θεοσεβεία ν | παρακαλοῦμεν + σε v 26 ὀρθῆ L v | πίστιν + δι’ αὐτῶν V | καὶ 2 > v 27 ἀπενδοιάζοντας v)

3
ἀγίων προσευχῶν σου καταισχυνθῆναι. ἐρρῶσθαί σε πολλοῖς χρόνοις καὶ μεμνῆσθαι ἐν εὐχαῖς θεῷ εὐχόμεθα.