Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

96. Πεισάτω τοὺς ἀπίστους ἡ δύναμις τοῦ κυρίου, <οὗ> οὐδεὶς »ἀνθίσταται τῷ βουλήματι( ἀκουσατω Μωυσῆς καὶ ἐπιδεικνύτω. »τί ἐν τῇ χειρί σου;« φησὶν ό κύριος· ό δὲ εἶπε »"ράβσος« ἡ δὲ ῥάβδος ξυλίνη ἡν αὕτη, ξηρὰ δὲ πάντως. καί φησι »ῥῖψον αὐτὴν ἐπὶ τῆς γῆς. καὶ ἔρριψε« τὴν ξηρὰν ῥάβδον.

καὶ τὸ ξηρὸν ὁ θεὸς ὑγρὸν ἐπετέλει καὶ οὐ μόνον ὑγρόν, ἀλλὰ καὶ ἔμψυχον, ἀλλὰ καὶ τῇ φύσει παρηλλαγμένον καὶ τῇ οὐσίᾳ ἑτέρως ἐσχηματισμένον.

οὐκ ἠν φάντασμα τασμα τὸ ἔργον· ἀλήθεια γὰρ θεοῦ προστάγματι ἐργάζεται καὶ οὐ φαντασία. ἐν ἅπασι γὰρ διορθουμένην τὴν ἡμῶν διανοιαν παρέστησε διὰ Μωυσέως <πρὸς> τὴν ἀλήθειαν.

ἔγνω γὰρ ό προφήτης ὅτι τὸ γνίομενον οὐκ ἦν δοκήσει, ἀλλ’ ἀληθείᾳ ἐν τῷ ἀποδρᾶσαι· εἰ γὰρ φαντασίαν ᾔδει τὸ γινόμενον, οὐκ ἀπεδίδρασκεν ἀπὸ προσώπου τοῦ ὄφεως.

ἀλλὰ μὴ πάλιν τοῦτο εἰς σκάνδαλον γενήσεται τοῖς φιλονείκοις καὶ εἴπωσιν· ὅτι ἄλλη ἦν ή ῥάβδος, »ὁ δὲ θεὸς ἔδωκεν« αὐτῇ ἀλλοῖον »σῶμα, ὡς ἠθέλησε«. καὶ πρῶτον μὲν οὖν μαθέτωσαν ὅτι οὐκ ἄλλην ἀντὶ ἄλλης ἐψύχωσεν,

ἀλλ’ αὐτὴν ἐκείνην τὴν ξηρὰν οὖσαν ἐψύχωσεν· ὅτι τοῦτο τὸ δοθὲν τῇ ῥάβδῳ σῶμα καὶ κινούμενον ὑπ’ αὐτοῦ γένος ἢ εἶδος εἰς κρίσιν ὁ θεὸς οὐκ ἐκάλει ἀντὶ ἀντὶ τῆς ῥάβδου τὸν δράΚοντα ἠθέλησε δικάζειν,

ἀλλὰ πληροφορίαν μὲν διὰ τῆς ῥάβδου ἀναστάσεως εἰργάσατο, τὸ δὲ ἔδιον δυνατὸν ό θεὸς ἀπεδείκνυ, ἵνα μή τις ἀπιστήσῃ τῷ δυνατῷ έν πᾶσι. καὶ αὐτὸ δὲ μετὰ πάσης ἀσφαλείας ἐποιήσατο · οὐ γὰρ μέρος τι τῆς ῥάβδου ἤγειρεν, ἀλλ’ ὅλην τὴν ῥάβδον μετέβαλεν ὡς ἠθέλησε.

97. Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει καὶ οἱ νεκροὶ ἐλπίδα ἔχουσι ζωῆς αἰωνίου καὶ »εἱ ἐν μνήμασιν ἀναστήσονται«, κάλει μοι πάλιν μάρτυρα τὸν ἀξιόπιστον Μωυσέα. πλημμελήσαντος γὰρ τοῦ Ῥουβεὶμ [*](9 öm. 9, 19 — Exod. 4, 2 — 11 Exod. 4, 3 — 11 ff vgl. oben c. 62, 5 S. 74, 18ff — 18 vgl. Exod. 4, 3 — 21 f 1 Kor. 15, 38 — 32 Jes. 26, 19 L J) [*](2 ἐγγυμονουμενα J | ποκάζοντα L | βλαστοὶ Corn.] βλαστὸν L J 3 γί- νονται *] γινόμενα L J 5 ὡσαύτως *] ὡς L J 6 δὲ] * 8 <οὑ> 11 πάντη J 17 <πρὸς> * 19 φαντασίαν *] φαντασία L)

118
ἐπαρᾶται αὐτῷ ὁ πατὴρ αὐτοῦ ὁ ἄγιος Ιακὼβ ὁ πατριάρχης καί | φησι D199 »Ῥουβεὶμ πρωτότοκός μου καὶ ἀρχὴ τέκνων μου, ἐξύβρισας ὡς ὕδωρ· μὴ ἐκζέσῃς. ἀνέβης γὰρ εἰς τὴν κοίτην τοῦ πατρός σου καὶ ἀπεκάλυψας φησίν, φησίν, ἐν δὲ τῷ Ἑβραϊκῷ ἐλθωθάρ, ὅπερ ἐστὶν 2 ἑρμηνευόμενον μὴ ἀνακάμψῃς ἢ μὴ προστεθείης ἢ πάλιν μὴ περισσεύσῃς, ψιλούμενον δὲ τῇ λέξει μὴ ἐκζέσῃς· οἱ δὲ ἑρμηνευταὶ ἐξέδωκαν οὕτως. καὶ <εἰ> θέλεις μαθεῖν ὅτι ταῦθ᾿ οὕτως ἕχει καὶ θάνατος ἀπὸ πατρὸς ὡρίζετο τούτῳ ἡμαρτηκότι, Μωυσῆς σοι σαφηνίσει. εὐλογῶν γὰρ καὶ αὐτὸς τὰς δώδεκα φυλὰς ἐπὶ τὸν Ῥουβεὶμ ἐλθῶν 4 καὶ γνοὺς ὅτι ἱερὺς ἱερεὺς Λευί ἐν χειρὶ γὰρ τῆς ἱερωσύνης ἐλύετο καὶ ἐδεσμεύετο τὰ ἁμαρτήματα), φησί »ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃ‘. πῶς δὲ ἐδυνατο ζῆν ὁ πρὸ ἑκατὸν εἴκοσι ἕξ ἐτῶν τεθαμμένος; ἀλλ’ 5 6 ἐπεὶ ᾔδει καὶ τὴν ἀνάστασιν κατὰ πάντα μέλλουσαν ἔσεσθαι, οἶδε δὲ θάνατον δεύτερον τὸν διὰ καταδίκης ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βουλόμενος αὐτὸν ἀντὶ τῆς μιᾶς τιμωρίας κουφίσαι ἀπὸ τῶν μελλόντων φησί »ζήτως« ἐν*τῇ ἀναστάσει, σημαίνων· | ᾔδει ᾔδει γὰρ ὅτι 7 P101 ζλήσονται ἅπαντες) καὶ μὴ ἀποθάνῃ«, τουτέστι μὴ περιβληθῇ θανάτῳ δευτέρῳ τῷ διὰ καταδίκης καὶ βασάνῳ αἰωνίᾳ. εἰ γὰρ περὶ τῆς 8 ζημίας τῆς ζωῆς αὐτῷ ἔμελεν, ἤρκει εἰπεῖν μόνον »ζήτω Ῥουβείμ«· ἐπειδὴ δὲ περὶ τῶν μελλόντων σημαίνει, λέγει ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃι«.