Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

καὶ ὁ Ἰωσὴφ τοῦτο ἐσήμανε »συνανοίσετέ μου τὰ ὀστᾶ« φάσκων· ἐπισκοπῇ γὰρ ἐπισκέψεται ὑμᾶς ὁ κύριος.. εἰ μὴ ἐλπὶς ἦν ἀναστάσεως, τίς ὀστέων ἡ ἐπιμέλεια <ἐν τῷ> περὶ τῶν φθειρομένων ὀστέων ἐντέλλεσθαι τοὺς δικαίους;

πρώτη φωνὴ τῷ Μωυσῇ ἡ τοῦ θεοῦ μαρτυρία· »ἐγὼ ὁ θεὸς Αβραὰμ καὶ ό θεὸς Ισαὰκ καὶ ὁ θεὸς Ιακώβ«, τῶν ἐν κόσμῳ μὲν κοιμωμένων παρ΄ ἐμοὶ δὲ ζώντων. ἕν πνεῦμα κοὶ τὸ αὐτὸ τὸ λαλῆσαν ἐν νόμῳ καὶ ἐν εύαγγελίῳ διδάσκον. τοῦτο γὰρ καὶ Σαδδουκαίοις ὁ σωτὴρ ἐσήμαινεν ὁ λαλῶν ἐν τοῖς προφήταις <ἰδοὺ>

95. ‘Yποδείξῃ <καὶ> ή ῥάβδος τοῦ Ααρὼν ξηρὰ οὐσα <διὰ> πολλῶν τάχα ἐτῶν καὶ ἐν σκηνῇ ἀφ᾿ ἑσπέρας καὶ ἄχρι τῆς ἕω καταλειφθεῖσα. αύτοῖς γὰρ μετὰ καμάτων τὰ ζῶντα δένδρα διὰ διὰ δεκαδύο μηνῶν κατὰ περίοδον ἐνιαυτοῦ πληρουμένου καρποὺς γεννᾷ, ἡλίου τε θάλποντος ὺετῶν άρδευόντων δρόσων πεταννυουσῶν νυκτός τε καὶ ήμέρας τρεφουσῶν,

ὑπὸ μίαν <δὲ> νύκτα τὸ δυσχερὲς εὐχερὲς ὁ θεὸς εἰργάσατο. ἐβλάστησε γὰρ ἡ ξηρὰ ῥάβδος καὶ φύλλα ἐκβάλλει καὶ καρποὺς πεπείρους. τὰ ὅμοια γὰρ ὑπέδειξεν ό θεὸς τῆς μελλούσης ὑπ᾿ αὐτοῦ ἔσεσθαι ἀναστάσεως.

συλλαμβανομένων δὲ τῶν παίδων κατὰ τὸν σεμνὸν γάμον, ον ό κύριος ύπέδειξε, πρῶτον καταβάλλεται σπέρμα τῆς ἀκολουθίας, ὡς κατέδειξεν ὁ κύριος, κατὰ τὰς γεννητικὰς μήτρας· χρόνων δὲ ἀνακυλιομένων τὸ καταβληθὲν ἐν τῇ γαστρὶ τελεσ- φορεῖται διὰ χρόνου ἐνναμηνιαίου· φημὶ δὲ ὑπὸ ἐννέα μηνῶν τὸν άριθμὸν τελεσιουργεῖται τὸ κυϊσκόμενον καὶ γεννᾶται.

ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως· ὑπὸ θῆξιν γὰρ τὸ ἔργον. σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι«. ὡς ἔδειξεν ὸ κύριος ἐν τῇ σκηνῇ [*](2 vgl. Gen. 49, 20ff — 6 Gen. 50,25 Exod. 13,19 — 10 Exod. 3, 6 — 13 Agraphon, vgl. Resch2 S. 207 — 15 vgl. Num. 17, 1ff — 29 I Kor. 15, 52 L J) [*](1 f ἐκ νεκρῶν u. ἀναστάσεως ἐλπίδα *] ἐξ ἀναστάσεως νεκρῶν u. ßes ἐλπίδα L J 2 Ιακὼβ Klosterm.] Ἰωσὴφ L J 8 <ἐν τῷ> * 12 διδάσκων J 13 ἐν < 14 <ἰδοὺ> *, nach den sonstigen ührungen | πάρει μοι J 15 ὑποδείξει | <καὶ> * | <διὰ> * 17 αὐτοῖς = von sich aus 19 πεταινουσῶν J 20 δὲ> * 26 χρόνοιν . . . ἀνακυλιομένων *] χρόνῳ . . . L J 2 7 f διὰ χρόνου — τελεσιουργεῖται a. R. nachgetragen von erster Hand L)

117
τοῦ μαρτυρίου ὅτι τὰ κάρυα τὰ ἐν τοῖς ζῶσι δένδροις διὰ δεκαδύο μηνῶν ἐγκυμονούμενα έν τῷ ξηρῷ ξύλῳ πυκάζονται καὶ βλαστοὶ γίνονται καὶ ὑΠὸ μίαν νύκτα, οὐ.

μόνον δὲ ἀλλ᾿ ὑπὸ θῆξιν μιᾶς ὥρας ἐτελεσιούργησε τὸ διὰ δεκαδύο μηνῶν ὡς εἴρηται γινόμενον· καὶ ὼσαύτως τὸ δι’ ἐννέα μηνῶν ἐν τῇ κοιλίᾳ γενόμενον βρέφος, ὃ διᾲ πολλοῦ τοῦ χρόνου συναχθὲν τελειοῦται, ἐν δὲ] δὲ] ἀναστάσει ὑπὸ θῆξιν πληρωθὲν ἀνίσταται.