Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
Ἀβραὰμ γηραλέος λαμβάνει παῖδα »νενεκρωμένου ἤδη τοῦ σώματος« καὶ ἐκ νεκρῶν ὁ θεὸς τὴν ἐλπίδα κεχάρισται, νεκρωθείσης μάλιστα »τῆς μήτρας Σάρρας·« καὶ τὸ »πεπαλαιωμένον καὶ ἐγγὺς ἀφανισμοῦ γεγονός«, τῆς κατ᾿ ἐθισμὸν γυναικὸς ἀκολουθίας ἡ ξηρανθεῖσα πηγή, αὖθις δύναμιν λαμβάνει εἰς καταβολὴν σπέρματος καὶ ἡ γηραλέα <ὡς> νεωτέρα κυΐσκει.
καὶ Ἰσαὰκ ἀπὸ θανάτου ζῶν τῷ πατρὶ παρεδόθη· ὁ γὰρ [*](7 I Kor. 2, 8 — 11 Röm. 11, 33 — 12 I Kor. 13, 9 — 17—S. 118, 21 vgl. Panarion h. 9, 3 — 19 Röm. 10, 4 — 21 Hebr. 11, 4 — 21f Hebr. 11, 5 (Gen. 5, 24) — 23 vgl. Hebr. 11, 7 — 24f vgl. Hebr. 11, 11 — 25f Röm. 4, 19 — 27 Hebr.) [*](L J Joh. Scot. (bis Z. 11 ἀνελθόντα)) [*](1 λογίζεται * deputatur Joh. Scot.] λογίζεσθε L J 2 αὐτῆς] deitate Joh. Scot. 5 ἀπαθοῦς * impassibili Joh. Scot.] ἀπάθεια L J 6 παθούσης] patiente neque sustinente Joh. Scot. 14 καὶ + <μόλις>?* 16* etwa <τὸ μυστήριον>* | αὐτοῦ J 17 δὲ] γὰρ?* 21 <ὥς>* 24 παλιγγενεσίας J | οἴκῳ] lies ἔργῳ?* 29 <ὡς>*)
Ἰακὼβ δείκνυσι τὴν πραγματείαν, μὴ ἐν δευτέρῳ τιθέμενος τὴν τῶν όστέων ἑλπίδα· ἐπεμελεῖτο γὰρ τῶν τοιούτων οὐχ ὡς άπολλυμένων, άλλ΄ ὡς μελλόντων αύθις ἀναβιοῦν καὶ ἐνετέλλετο άνακομισθῆναι ἐκ τῆς τῶν Αἰγυπτίων χώρας οὐ παρέργως.
καὶ ὁ Ἰωσὴφ τοῦτο ἐσήμανε »συνανοίσετέ μου τὰ ὀστᾶ« φάσκων· ἐπισκοπῇ γὰρ ἐπισκέψεται ὑμᾶς ὁ κύριος.. εἰ μὴ ἐλπὶς ἦν ἀναστάσεως, τίς ὀστέων ἡ ἐπιμέλεια <ἐν τῷ> περὶ τῶν φθειρομένων ὀστέων ἐντέλλεσθαι τοὺς δικαίους;
πρώτη φωνὴ τῷ Μωυσῇ ἡ τοῦ θεοῦ μαρτυρία· »ἐγὼ ὁ θεὸς Αβραὰμ καὶ ό θεὸς Ισαὰκ καὶ ὁ θεὸς Ιακώβ«, τῶν ἐν κόσμῳ μὲν κοιμωμένων παρ΄ ἐμοὶ δὲ ζώντων. ἕν πνεῦμα κοὶ τὸ αὐτὸ τὸ λαλῆσαν ἐν νόμῳ καὶ ἐν εύαγγελίῳ διδάσκον. τοῦτο γὰρ καὶ Σαδδουκαίοις ὁ σωτὴρ ἐσήμαινεν ὁ λαλῶν ἐν τοῖς προφήταις <ἰδοὺ>