Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

93. Τί ἐροῦμεν; οὐκ ἄνθρωπος ὁ Χριστός; ἐκ τῶν προλελεγμένων παντί τῳ δῆλόν ἐστιν ἐστιν ὃτι ἀναμφιβόλως ὁμολογοῦμεν τὸν κύριον θεὸν Λόγον ἄνθρωπον γεγόνοτα οὐ δοκήσει, ἀλλ’ ἀληθείᾳ.

ἀλλ᾿ οὐκ ἄνθρωπος ἐλθὼν ἐν προκοπῇ θεότητος. οὐδὲ γὰρ ἐπ’ θρώπῳ ἡμῖν ἡ ἐλπὶς τῆς σωτηρίας· οὐδεὶς γὰρ πάντων τῶν ἀπὸ Αδὰμ ἀνθρώπων ἠδυνήθη ἐργάσασθαι τὴν σωτηρίαν, ἀλλὰ θεὸς Λόγος ἄνθρωπος γεγονώς, ἴνα μὴ ἡ ἐλπὶς ἡμῶν ᾖ ἐπ’ ἄνθρωπον, ἀλλ᾿ ἐπὶ θεὸν ζῶντα καὶ ἀληθινόν, γενόμενον ἄνθρωπον.

πᾶς »πᾶς ἱερεὺς ἀπὸ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται« κατὰ τὸ γεγραμμένον. ὃθεν ἀπὸ τῆς ἡμῶν σαρκὸς ἀνέλαβεν ὁ κύριος ἐλθὼν τὴν σάρκα καὶ ἄνθρωπος γέγονεν ἡμῖν ὃμοιος ὁ θεὸς Λόγος, ἵνα ἐν τῇ θεότητι δᾠη ἡμῖν τὴν σωτηρίαν καὶ ἐν τῇ αὐτοῦ ἀνθρωπότητι λάθῃ ὑπὲρ ἡμῶν τῶν ἀνθρώπων, πάθος διὰ τοῦ πάθους λύσας καὶ θάνατον διὰ θανάτου τοῦ ἰδίου θανατώσας.

ἐλογίσθη δὲ τὸ πάθος εἰς τὴν θεότητα, καίτοι γε τῆς θεότητος ἀπαθοῦς <λογιζομένου δὲ τοῦ πάθους τῇ θεότητι>, ὃτι οὓτως εὐδόκησεν ἐλθὼν ό αγιος ἀπαθὴς θεὸς Λόγος.

ἔστι δὲ τὸ ὑπόδειγμα τοιόνδε τι· ὡς ἐάν τις ἱμάτιον <ᾖ> ἐνδεδυμένος, ἐν δὲ τῷ ἱματίῳ αἶμα ῥαντισθὲν τὸ ἱμάτιον, τὸ δὲ * σῶμα οὐκ ἔφθασε τοῦ ἐνδεδυμένου, λογίζεται δὲ ὁ σπῖλος ὁ ἐκ τοῦ αἵματος τῷ ἐνδεδυμένῳ τὸ ἱμάτιον, οὕτως ἐν τῇ

σαρκὶ πέπονθεν ὁ Χριστός, ἐν αὐτῷ φημι τῷ κυριακῷ ἀνθρώπῳ, ὃν <εἰς ἑαυτὸν> ἀνεπλάσατο ἐλθὼν ἀπ᾿ οὐρανῶν αὐτὸς ό ἅγιος Λόγος· ὥς φησιν ὁ ἅγιος Πέτρος »θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι« καὶ πάλιν Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπίσασθε«.

καθὼς τὸ αἶμα ἐν ἱματίῳ [*](10 Hebr. 5, 1 — 19ff vgl. oben c. 36; S. 46, 16ff u. Panarion b. 77, 33 — 25 I Petr. 3, 18 — 26 I Petr. 4, 1 L J Job. Scot.) [*](1 ἔσται + qui habet spem in hominem Job. Scot. | ἡ] ἐν L J 5 κύριον < L 6 ἐλθὼν] venu Job. Scot. 7 ἡμῖν * nobis Job. Scot.] ἡμῶν L 13 ὃμοιος] ό μόνος L < Job. Scot. 17f <λογιζομένου δὲ τοῦ πάθους *, nach Job. Scot. reputata autem passione deitati 20 <ᾐ> * 21 * τὸ γενόμενον ἐν ἱματίῳ τὸ> *, nach Job. Scot. sanguis in vestimentum 23 φημι < Job. Scot. 24 <εἰς ἑαυτὸν> * öhnlicher Ausdruck bei nach Job. Scot. in se ipsum | αὐτὸς hinter ὅν L J 27 ἠμεῖς L J Job. Scot. | καθὼς *, sicut veluti Job. Scot.] οὕτως L J)

115
λογίζεται τῷ φοροῦντι, ἐλογίσθη αὐτῷ τὸ πάθος τῆς σαρκὸς εἰς θεότητα, μηδὲν αὐτῆς παθούσης, ἵνα μὴ εἰς ἄνθρωπον ἔχῃ ὁ κόσμος τὴν ἐλπίδα, ἀλλ᾿ ἐν τῷ κυριακῷ ἀνθρώπῳ,

τῆς θεότητος ἀναδεχομένης λογισθῆναι εἰς αὐτὴν τὸ πάθος, ἵνα γένηται ὑπὲρ κόσμου ἡ ἀπὸ θεότητος ἀπαθοῦς σωτηρία, ἵνα τὸ ἐν σαρκὶ γενόμενον πάθος εἰς τὴν θεότητα λογισθῇ, καίτοι γε μηδὲν παθούσης αὐτῆς, ἵνα πληρωθῇ ἡ λέγουσα γραφή »εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν« καὶ τὰ ἑξῆς.