Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

πρῶτον μὲν γὰρ εἰ ἄλλη ἀντὶ ταύτης ἐγείρεται κατὰ τὸν αὐτῶν λόγον, οὐ δικαία ἡ τοῦ θεοῦ κρίσις κατὰ τὸν αὐτῶν μῦθον. ἄλλην σάρκα κρίνουσα ἀντὶ τῆς ἁμαρτησάσης ἢ ἄλλο σῶμα φέροισα εἰς δόξαν κληρονομίας βασιλείας οὐρανῶν ἀντὶ τοῦ ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ διωγμοῖς ὑπὲρ ὀνόματος θεοῖ κεκμηκότος σώματος.

πῶς πῶς καὶ ψυχὴ κριθήσεται μόνη κατὰ τὸν λόγον τῶν αἱρέσεων, μὴ παρόντος τοῦ συναμαρτήσαντος σώματος; ἀντείπῃ γὰρ ἡ τοιαύτη μυχὴ τῇ τοῦ θεοῦ κρίσει, φάσκουσα τοῦ σώματος γεγενῆσθαι τὰ ἀματήματα.

ἔχει γὰρ καὶ τὴν ἀπόδειξιν κατὰ τὸν τῶν φιλονεικίᾳ φερομένων λόγον καὶ μὴ ἀληθείᾳ. δύναται γὰρ λέγειν· οὐκ ἐγὼ ἥμαρτον, ἀλλὰ τὸ σῶμα. ἐξότου γὰρ ἐξῆλθον ἐκ τοῦ σώματος, οὔτε ἐπόρνευσα οὔτε ἐμοίχευσα, οὐκ ἔκλεψα οὐκ ἐφόνευσα οὐκ εἰδωλολάτρησα οἳ τι τῶν κακῶν καὶ άνηκέστων εἰργασάμην.

καὶ εὔλογος εὑρεθήσεται ἡ αὐτῆς ἀπολογία. εὐλόγως δὲ αὐτῆς ἀπολογουμένης τί ἐροῦμεν; ἀργὴ ἆρα ἡ τοῦ θεοῦ κρίσις; ἀλλ’ »ἀδίκως ἐπιφέρει τὴν ὀργὴν ὁ θεὸς κατὰ τῶν ἀνθρώπων; μὴ γενοιτος«.

88. Οἴδαμεν δὲ ὃτι »πάντα τῷ θεῶ δυνατά‘ καὶ δύναται καὶ σῶμα φέρειν ἄνευ ψυχῆς καὶ τὰ ἀφανῆ γεγονότα σώματα δύναται <ποιῆσαι> πάλιν ἀναβιοῦν κινεῖσθαί τε αὐτὰ ἀφ’ ἑαυτῶν ἄνευ ἐὰν θέλῃ, ὡς καὶ ἤδη διὰ τοῦ ἁγιωτάτου Ιεζεκιὴλ τὴν τοιαύτην [*](4—19 vgl. Panarion h. 64, 71,6 ff — 18 öm. 3, 5f — 20 — S. 110, 4 Panarion h. 64, 71, 10ff — 20 Matth. 19, 26 L J Sa Pa) [*](2f τοῖν ἄλλων — ὑπόληψιν] ἀσεβὴς ἡ τοιαύτη ὑπόληψις Sa Pa 2 εἴπομεν L 3 ὑπόληψιν] ὑπόσχεσιν L | εὐηθεστέρα 11. vorher + μᾶλλον Sa Pa | τῆς Sa Pa] τοῖς L τῶν J 3f καὶ 2 — ὑπονοίας < J 3 ταῖς λοιπαῖς] παρὰ ταῖς ἄλλαις 4 ὑπονοίας *] ὑπονοίαις L Sa Pa 5f κατὰ τὸν αὐτῶν μῦθον < L J 7 βασιλείας + καὶ L J 8 καὶ ἀγρυπνίαις < Sa Pa 9 καθήσεται J 10 ἀντιλέξει Sa Pa 11 ψυχὴ < Sa Pa | τοῦ σώματος] ἐκ τῶν Sa Pa 12 γὰρ < L J 12 f κατὰ τὸν τῶν φιλονεικίᾳ φερομένων λόγον *] τῶν φιλονεικίᾳ φερομένων τὸν λόγον L κατὰ τὸν φιλονεικίᾳ φερόμενον λόγον J κατὰ τὸν λόγον τὸν φιλονεικίᾳ φερόμενον Sa Pa 14 ἐξότε Sa Pa | ἐκ < 17 ἄλογος L | εὐρεθείη Sa Pa | αὐτῆς] τοιαύτη Sa Pa 18 ἀργεῖ J Sa Pa rup. 19 ό θεὸς hinter ἀδίκως (Ζ. 18) Sa Pa | κατὰ ἄνθρωπον Sa Pa 20 τῷ θεῶ πάντα Sa Pa | τῷ < L | καὶ 2 < Sa Pa 21 σώματα < *, vgl. S. 109, 18 | αὐτὰ hinter εαυτῶν L 23 διὰ] τὰ J | ἁγίου Sa Pa)

109
οἰκονομίαν ἐποίησεν.