Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

85. Θαυμάσαι δὲ μοι ἔπεισι περὶ τῆς τῶν ἀπίστων Ἑλλήνων καὶ ἄλλων βαρβάρων ἠπατημένης κατὰ πάντα διανοίας, ὡς ἐν τοῖς αὐτῶν μύθοις οὐκ αἰσχύνονται ἀνάστασιν πάντῃ σημαίνειν καὶ περὶ ἀναστάσεως πολλάκις ᾤδειν,

ὡς οἱ μῦθοι αὐτῶν ἀναγράφουσιν Ἄλκηστιν μὲν τελευτήσασαν τὴν Πελίου ὑπὲ·ρ τοῦ ἀνδρὸς αὐτῆς Ἀδμήτου καὶ ὑπὸ τοῦ Ἡρακλέος μετὰ τριήμερον ἐγηγερμένην καὶ ἀπὸ τῶν ἀδύτων ἀνενηνεγμένην, Πέλοπά τε τὸν Ταντάλου μετὰ τὸ κρεωνομηθῆναι τοῖς ψευδωνύμοις αὐτῶν θεοῖς ὑπὸ τοῦ ἰδίου πατρός·

Αμφιάρεως <ὁ> τοῦ Οἰκλέους ὑπὸ τοῦ Ἀσκληπιοῦ ἀναζωογονηθείς, Γλαῦκος ό Μίνωος ὑπὸ Πολυείδου τοῦ Κοιράνου βοτάνῃ τινὶ ἀναζωοποιηθείς, Κάστωρ διὰ Πολυδεύκην τὸν ἀδελφὸν αὐτοῦ, ὃς ἑκὼν αὐτῷ τὴν ζωὴν παρ ἡμέραν ἀλλάσσειν εἳλετο, καὶ καὶ ὁ Πρωτεσίλαος διὰ Λαοδάμειαν.

ἀλλὰ καὶ Σίσυφον καὶ Τάνταλον καὶ τὰς Καυκάσου θυγατέρας, ἃς Ἐριννύας κεκλήκασι, καὶ Τειρεσίαν ἅμα τούτοις κατατεταρταρῶσθαι δώσοντας δίκην ἐκεῖσε, τὸν μὲν διὰ πέτρας τὸν δὲ ὑπὸ τροχόν, καὶ ἄλλους ἄλλως τετιμωρῆσθαι καὶ ἔτι ὑπάρχειν ἐν τιμωρίᾳ, ὡς μὴ εἰς [*](L J Sa Pa (bis Ζ. 3) 4 — S. 107, 17 Sacra Parallela Coisl. 276 f. 90v — 91v Rupef. f. 93v —94v) [*](1 πτεροφυὴς Sa Pa rup. πτεροποιεῖ L | δὲ < Sa Pa | καὶ < 2 τοῖς τὸν τόπον ἀκριβοῦσι τε καὶ ἐξυπηρετουμένοις τῷ τόπῳ Sa Pa 3 καὶ ἀναποαύεται] ὃθεν ἦλθε Sa Pa 4 ἔπεισι] ἅπασι J ἔπεσι Sa Pa c < Sa Pa rup. ἀπίστων] ἀθέων Sa Pa rup. 5 ἠπατημένων Sa Pa | κατὰ πάντα < 6 πάντῃ Sa Pa c] παντὶ L J πάντως Sa Pa rup. | σημαίνειν] κειμένην Sa Pa 7 vor ἄλκηστιν + τὴν Sa Pa 8 ἀδαμήτου L J 9 ὑπὸ] ὑπὲρ L J | μετὰ + δὲ L J 10 ἀνενηεγμένην] ἀνηνεγμένην L J ἐνηνεγμένην Sa Pa rup. | κρεωνομηθῆναι J] κρεονομηθέντα + παρατεθῆναι Sa Pae κρεανομηθῆναι aus κρεονομηθῆναι Sa Pa rup. κρεωνοπηθῆναι, νοπηθ auf Rasur L 11 ὑπὸ τοῦ ἰδίου πατρὸς hinter κρεωνομηθῆναι L J | πατρὸς + αὐτῶν Sa Pa c 11 f Αμφιάρεως <ὁ> τοῦ Οἰκλέους] ρεως Αφιάρεως Sa Pa rup.) τοῦ Οἰκλεοῦς Sa Pa Αμφιάραω . . καὶ ό Εὐκλεῆς Ευκλεοῦς L), beides getrennt durch τοῖς ψευδωνύμοις αὐτῶν θεοῖς L J 12 ἀναζωογεννηθεὶς L 12f Γλαῦκος ό Μίνωος — ἀναζωοποιηθεὶς] < L J Sa Pa c | Μινοως Sa Pa c Μίνως Sa Pa rup. 14: Πολυδεύκτην J 15 καὶ < Sa Pa 16 vor Τάνταλον + τὸν LJ 17 καὶ Τειρεσίαν — κατατεταρταρῶσθαι] κατατεταρταρῶσθαι τούτους ὑγούμενοι καὶ Τειρεσίαν ἅμα κἀκεῖσε Sa Pa | ἅμα τούτοις*] ἅμα τούτω LJ 18 δώσοντας *] δώσαντας Sa Pa rup. δώσαντες Sa Pa c καὶ δοῦναι L J)

106
ἀνυπαρξίαν κεχωρηκότας, ὑπάρχοντας δὲ δὲ ἐν σώμασιν.

εἰ μὴ γὰρ σώματα εἶχον, πῶς ὺπὸ πέτραν καὶ τροχὸν τιμωρίαις παρεδίδοντο; καὶ πολλὰ ἔστιν περὶ τούτων λέγειν εἰς παράστασιν τῆς ἐν ἡμῖν πίστεως, ἔλεγχν δὲ τὸν πρὸς αὐτούς.