Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

84. Καὶ ἀμύθητα ἔστιν εἰπεῖν εἰς πληροφορίαν τῶν ἀπίστων ἐξ ὐποδειγμάτων. ἀλλ᾿ οὐχ ἔπεισε τούτους ὴ φάττα τὸ ὄρνεον οὐδὲ ὁ μυωξὸς τὸ ζῷον. ἀποθνᾐσκει γὰρ τὸ τοιοῦτον ἑξάμηνον καὶ ἡ φαττα ἠμέρας τεσσαρακοντα, καὶ αὐθις μετὰ τοὺς καιροὺς αὐτῶν ἀναβιοῦσι.

κάνθαροι δὲ μέλλοντες τελευτᾶν ἐπὶ σφαῖραν τῆς κόπρου ἑαυτοὺς κρύβουσι, θάψαντες τὴν τοιαύτην σφαῖραν ἐν τῇ γῇ καὶ καταχώσαντες, καὶ οὕτως ἐκ τῆς αὐτῶν ἰκμάδος αὖθις εὑρίσκονται, ἀναβιοῦντες ἐξ αὐτῶν τῶν λειψάνων.

περὶ δὲ τοῦ φοίνικος τοῦ Αραβικοῦ όρνέου περισσόν μοι τὸ λέγειν. ἤδη γὰρ εἰς ἀκοὴν ἀφῖκται πολλῶν πιστῶν τε καὶ ἀπίστων. ἡ δὲ κατ᾿ αὐτὸν ὑπόθεσις τοιάδε φαίνεται· πεντακοσιοστὸν ἔτος διατελῶν ἐπὰν γνοίη τὸν καιρὸν τῆς αὐτοῦ τελευτῆς ἐνστάντα. σηκὸν μὲν ἐργάζεται άρωμάτων καὶ φέρων ἔρχεται εἰς πόλιν τῶν Αὶγυπτίων Ἡλιούπολιν οὓτω καλουμένην, Ὢν δ᾿ ἑρμηνευομένην ἀπὸ τῆς Αἰγυπτιακῆς διαλέκτου καὶ Ἑβραΐδος, καὶ ταρσοῖς ἰδίοις τὰ στήθη τὰ ἑαυτοῦ μαστίξας πολλά,

πῦρ ἀπὸ τοῦ σώματος αὐτοῦ προφερόμενος ἐμπίπρησι τὴν ὺποκειμένην ὓλην τῷ τόπῳ καὶ οὕτως ἑαυτὸν ὸλοκαυτοῖ καὶ πάσας τὰς αύτοῦ αὐτοῦ σὺν όστέοις ἐκτεφροῦται.

ἐκ θεοῦ δὲ οἰκονομίας νέφος ἀποστέλλεται καὶ ὑετίζει καὶ κατασβεννύει τὴν τὸ σῶμα τοῦ ὀρνέου καταδαπανήσασαν φλόγα, νεκροῦ μὲν ἤδη ὄντος τοῦ ὀρνέου καὶ ὀπτηθέντος ἀκρότατα·

σβεσθείσης δὲ τῆς φλογὸς λείψανα τῆς σαρκὸς αὐτοῦ ἔτι ὠμὰ περιλείπεται καὶ πρὸς μίαν ἡμέραν ἀφανισθέντα σκώληκα γεννᾷ· ό σκώληξ [*](10 — 8. 105, 3 vgl. 1 Clem. 25 Origenes c. Cels. IV 98; S. 371, 25ff ötschau Lactantius de ave Phoenice Cyrillus Hieros. cat. 18, 8 Const. apost. Y 7, 15 8. 257, 3 ff Funk Ambrosius de fide resiirrectionis H 8 hexameron Y 23 L J SaPa 5 — 8. 105, 3 frei wiedergegebeb bei Mich. Glycas annales I; Migne 158, 108 C) [*](1 καὶ τεμνόμενοι < L J Sa Pac | θάλλουσι σημαίνουσαι] θάλλουσαι J 3 3 πρὸς Sa Pa c 4 τούτους] αὐτοὺς Sa Pa 6 τεσσαράκοντα ἡμέρας Sa Pa 8 ἐγκρύβουσι Sa Pa | τῇ < L J 10 τῶν λειψάνων < L J 10 f τοῦ Ἀραβικοῦ Sa Pa 11 — 13 εἰς άκοὴν — φαίνεται] εἰς εἰς τὴν τῶν πολλῶν ή κατ’ αὐτὸν ὑπόθεσις ἦλθε Sa Pa 13 πεντακοσιοστὸν + γὰρ Sa Pa | γνῶ Sa Pa 15 πόλιν] τὴν Sa Pa 17 ἰδίοις] ἰνδίαν Sa Pa rup. | τὰ ἑαυτοῦ] αὐτοῦ Sa Pa | πολλὰ μαστίξας Sa Pa | vor πῦρ + καὶ L | πῦρ ἀπὸ] όπότε ὑπὸ L 19 πάσας] ὃλας Sa Pa 20 ἐκτεφροῦται Sa Pa c ätigt auch durch τεφροῦται bei Glycas)] < LJ Sa Pa rup. 22 μὲν ἤδη ὄντος] δὲ οὓτως Sa Pa 23 Sa Pa | ἔτι ὠμὰ] σῶμα Sa Pa 24 ἀφανισθὲν Sa Pa rup.)

105
πτεροφυεῖ νεοττὸς γενόμενος, τῇ δὲ τρίτῃ ημέρᾳ ἁδρύνεται καὶ ἀδρυνθεὶς τοῖς τῷ τόπῳ ἐξυπηρετουμένοις ἑαυτὸν ἐμφανίζει καὶ αὐθις ἀνατρέχει εἰς τὴν ἰδίαν πατρίδα καὶ ἀναπαύεται.