Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

δρέπονται οἱ καρποὶ καὶ ἡ στάσις τῶν ὄντων ἐκτέμνεται, τῆς ἡμῶν ἐντεῦθεν ἀπαλλαγῆς ὁριζομένου τοῦ προσώπου. σπείρεται ἡ τῆ καὶ βλαστάνει, * ὃτι τὰ τεθαμμένα μετὰ τὴν τομὴν ἀναστήσεται. ἀκρὶς τελευτᾷ, θάψασα τὸ ἐξ αὐτῆς ἀποβληθὲν κύημα ἐν τῇ γῇ καὶ μετὰ καιρὸν ἡ γῆ ἀποδίδωδι τὰ τεθαμμένα· τὰ σπέρματα τῶν γενημάτων σπείρεται καὶ πρῶτον ἀποθνᾐσκει ἔπειτα τελεσφορεῖται·

»ἐὰν γὰρ μὴ ἀποθάνῃ, οὐ ζωογονεῖται« σφραγῖδας ἐν ἠμῖν ὁ θεὸς ἐποίησε διὰ τῶν ὀνύχων δέκα καὶ δέκα ἀναστάσεως, μαρτυρούσας περὶ τῆς ἡμῶν ἐλπίδος. ἀλλὰ καὶ ὡς διὰ στεφάνου ἐπὶ τῆς κεφαλῆς διὰ τῆς τριχὸς τὴν ἡμῶν ἀνάστασιν ἐκήρυξε. τὸ γὰρ δοκοῦν ἐν ἡμῖν νεκρὸν σῶμα, τουτέστι τρίχες καὶ ὄνυχες, καθ’ [*](24 IKor. 15, 36 L J SaPa) [*](1 Θηβαΐδι L J 2 τοῖς < Sa Pa 7 f κακοπίστων L J 9 LJ | τῷ — ἀναστάσεως < SaPa | τῷ *] τὸ L J 11 μισοῦσι γὰρ] Sa Pa 12 δέ Sa Pa c] δι’ ἦς L J Sa Pa rup. | ἐν τῇ ἀναστάσει < L 13 κἄν + καὶ L + τε Sa Pa c 14 βούλονται J | αὐτὴ γὰρ] καὶ L J | κτίσις + πᾶσα LJ 16 κοιμισμὸν αἰνιττομένης] κοιμιζομένης Sa Pa 17 τῆς νυκτός < J 18 σημεῖον] sx[hma Sa Pa 20 σπείρεται] ἐπείγεται Sa Pa | * * | τὰ τεθαμμένα Sa Pa] τὰ τεθλιμμένα L ταθλιμμένα J 3 21 τὸ ἐξ αὐτῆς Sa Pa] τι ἐαυτῆς L J 22 f τὰ τεθαμμένα ἀποδίδωσι Sa Pa 24 γὰρ] δὲ Sa Pa 26 τῆς . . ἐλπίδος Sa Pa] τῶν . . έλπίδως LJ 27 έπῖ τῆς κεφλῆς διὰ < LJ 28 τρίχες καὶ ὄνυχες Sa Pa] αἱ τρίχες L)

104
ἑκάστην τεμνόμεναι καὶ τεμνόμενοι αὐθις θάλλουσι, σημαίνουσαι τῆς ἀναστάσεως τὴν ἐλπίδα.

84. Καὶ ἀμύθητα ἔστιν εἰπεῖν εἰς πληροφορίαν τῶν ἀπίστων ἐξ ὐποδειγμάτων. ἀλλ᾿ οὐχ ἔπεισε τούτους ὴ φάττα τὸ ὄρνεον οὐδὲ ὁ μυωξὸς τὸ ζῷον. ἀποθνᾐσκει γὰρ τὸ τοιοῦτον ἑξάμηνον καὶ ἡ φαττα ἠμέρας τεσσαρακοντα, καὶ αὐθις μετὰ τοὺς καιροὺς αὐτῶν ἀναβιοῦσι.