Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

81. Οὖτος οὖν ό μονογενής, ό τέλειος ὁ ἄκτιστος ό ἄτρεπτος ὁ ἀναλλοίωτος ό ἀπερινόητος ό ἀόρατος, <ὁ> ἐνανθρωπήσας ἐν καὶ ἀναστὰς πνευματικῶς καὶ »μηκέτι ἀποθνᾐσκων«, μηκέτι πτωχεύων ό »δι᾿ ἡμᾶς πτωχεύσας πλούσιος ὤν‘, ὁ πνεῦμα ὤν ὃλος, ό τὸ σαρκικὸν | καὶ τὸ θεϊκὸν ἐνῶν, | κύριος εἱς βασιλεὺς Χριστός, ό υἱὸς D183 P87 τοῦ θεοῦ, ἐν οὐρανῷ καθεσθεὶς ἐν δεξιᾷ τοῦ πατρὸς »ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας, δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου«, φησὶν ἐν τῷ εὐαγγελίῳ »άπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος«.

τοῦτο δὲ δὲ καὶ ἀνὰ μέσον † ὃν οὐ συναλοιφὴν ἐσήμαινε τὸν υἱὸν τῷ πατρὶ <οὐδὲ οὐδὲ συναλοιφὴν τὸ πνεῦμα τὸ ἃγιον τῷ πατρὶ καὶ τῷ υἱῷ>, ἀλλὰ οἶδε πατέρα ἀληθινὸν καὶ ἑαυτὸν ἀληθινὸν ἀπέδειξεν ἐνυπόστατον Λόγον καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐνυπόστατον πνεῦμα καὶ »πνεῦμα ἀληθείας«, ἄκτιστον ἄτρεπτον ἀναλλοίωτον· οὐχ

ὡς ἵνα τις ὑπονοήσῃ δολίως φερόμενος πρὸς τὴν πίστιν καὶ τοὺς πόδας αὐτοῦ ἀποκρύπτων καὶ δολιευόμενος πρὸς τὴν ἀλήθειαν »ἐτάζει γὰρ καρδίας καὶ νεφροὺς ό θεός«).

καὶ λέγει ό αἱρετικός· δηλονότι πιστεύω ὅτι ό πατὴρ πατὴρ καὶ ό υἱὸς υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα καὶ όμολογῶ τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ· οὐχ ἐτέραν δὲ λέγω οὐσίαν παρὰ τὴν θεότητα, οὐχ ἑτέραν θεότητα παρὰ τὴν οὐσίαν, ἀλλὰ διὰ τὸ οὕτως ἀκριβοῦν <μίαν> οὐσίαν καλοῦμεν, ἵνα μὴ ἄλλο καὶ εἶδος εἴπωμεν τῆς θεότητος τῆς τριάδος.

κρυπταζόμενος γὰρ ὁ τοιοῦτος ὡς εἶπον ῥᾳδιούργως πάλιν καὶ δολίως λέγει· πιστεύω ὅτι [*](6 vgl. öm. 6, 9 — 7 vgl.IIKor.8,9 — 9 Ephes.1,21 — 11 Matth.28,19 — 16 Joh. 15, 26 — 17 —S. 102, 6 vgl. Panarion h. 65, 1, 5ff u. h. 71, 2 — 19 Psal. 7, 10 L J 11 — 25 Siegel des Glaubens S. 31 Karapet (= arm.) 22 — 26 Sacra Parallela Coisl. 276 f. 26r_v Eupef. f. 17 r) [*](5 <ὁ> * 12 * etwa <φάσκων> * 12 f ἀνὰ μέσον † ὄν ὢν J) L J Wahrheiten arm.] lies etwa ἀνὰ μέσον <ἀμφοτέρων τιθέμενος τὸν υἱ>ὸν * 13 *] συναλοιφῆ LJ 13f <οὐδὲ συναλοιφὴν τὸ πνεῦμα τὸ ἅγιον τῷ καὶ τῷ υἱῷ> *, u. nicht Vermischung den h. Geist im Vater u. Sohn arm. 17 ἳνα] ς ἵν auf Rasur von erster Hand J; lies wohl ὅπως ἂν * 18 πόδας, ό auf Rasur, vielleicht zuerst παῖδας J 19 ἀποκηρύττων L | πρὸς τὴν ἀλήθειαν] über den örern arm. 21 ὁ (vor θἱὸς) < L | im zweiten Fall ἃγιον L 22 καὶ ὁμολογῶ] ό μὴ ὸμολογῶν Sa Pa arm. 23 ἑτέραν + δὲ Sa Pa 24 <μίαν> * 25 f κρυπταζόμενος — ῥᾳδιούργως] κρυπταζομένης, ό ῥᾳδιουργεῖ Sa Pa 26 πάλιν καὶ *] καὶ πάλιν L J | λέγει + ὅτι L)

102
πατὴρ πατήρ υἱὸς υἱός, πνεῦμα ἅγιον πνεῦμα ἅγιον· ὑπόνοιαν δὲ ἔχει τοιαύτην κεκρυμμένην, ὡς ἀφ᾿ ἡμῶν τὸ θεῖον ἀπεικάσας, λέγων ἐν ἑαυτῷ, ὃτι ὡς ἔχω σῶμα καὶ ψυχὴ καὶ πνεῦμα ἀνθρώπειον, οὓτω καὶ ἡ θεότης.

πατὴρ μὲν ὡς εἰπεῖν τὸ εἶδος, υἱὸς δὲ ὡς ἐν τῷ ἀνθρώπῳ ψυχή, πνεῦμα δὲ ὣσπερ τὸ ἐμπνέον διὰ τοῦ άνθρώπου.

τινὲς γὰρ δολιεύονται καὶ οὓτως νομίζουσι τὴν θεότητα. ἡμεῖς δὲ οὐχ οὕτως ἐμάθομεν, ἀλλ᾿ ἰδοὺ ὁ πατὴρ ἐν οὐρανῷ διὰ φωνῆς μαρτυρεῖ, ἰδοὺ ὁ υἱὸς ἐν Ιορδάνῃ, ἰδοὺ τὸ πνεῦμα τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατερχόμενον ἐσχηματίζετο· ἀλλὰ καθ’ ἑαυτὸ ἐσχηματίζετο, καθ᾿ ὲαυτὸ ὑπόστασις ὄν, οὐκ ἀλλοία παρὰ τὴν τοῦ πατρὸς καὶ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, ὑπόστασις ἐξ ὑποστάσεως τῆς αὐτῆς πατρὸς καὶ υἱοῦ καὶ ὰγίου πνεύματος.

<καὶ> πάλιν πάλιν ἰδοὺ πατὴρ κάθηται ἐν οὐρανῷ, *. τὸ δὲ κάθηται μὴ πάλιν ὑπολάμβανε άνθρωπίνως, ἀλλ᾿ άνεκδιηγήτως καὶ ἀκαταλήπτως ἔχε. καὶ οὐκ εἶπεν, ἀνῆλθεν ὁ υἱὸς εἰς τὸν πατέρα, ἀλλ᾿ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός«.

καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου λέγων ὁ μονογενὴς ἐδίδασκεν »άπέρχομαι, κἀκεῖνος ἐλεύσεται, τὸ πνεῦμα τὸ ἄγιον, τὸ πνεῦμα τῆς ἀληθείας. ἐὰν μὴ ἐγὼ ἀπέλθω, κἀκεῖνος οὐκ ἔρχεται«. εὶ δὲ ἦν τὸ πνεῦμα συναλοιφὴ αὐτῷ τῷ υἱῷ, οὐκ ἄν ἔλεγεν »ἀπέρχομαι κἀκεῖνος ἔρχεται«, ἀλλ᾿ ἵνα δείξῃ ὑπόστασιν καὶ ὑπόστασιν. μία δέ ἐστι θεότης εἶς θεὸς μία ἀλήθεια.