Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

καὶ διὰ τοῦτό φησιν ὁ ἀπόστολος »γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον‘ καὶ πάλιν ἐν σχήματι εὐρεθεὶς ὡς ἄνθρωπος«· τὸ δὲ σχήματι <καὶ τὸ ὡς ἄνθρωπος> γενόμενος καὶ τὸ ὑπὸ νόμον δέ ἀμφοτέρων συναγόμενον τελειότητα σημαίνει καὶ ἀπάθειαν, ἐκ τοῦ γενόμενος τὸ εἶναι τέλειος καὶ <ἐκ> τοῦ [*](D182) ὑπὸ νόμον τὸ μὴ δοκήσει καὶ <ἐκ> τοῦ σχήματι τῆς ἰδέας τὸ βέβαιον ἐκ τοῦ ὡς ἄνθρωπος τὸ ἀναμάρτητον.

τούτων τοίνυν τοίνυν οὓτως των μηδεὶς ἀπατάσθω κενοῖς μύθοις. εἰ γὰρ ἄνωθεν γεννηθεὶς ἀπὸ πατρὸς ἀληθινῶς <ἀληθινῶς> ἐγεννήθη καὶ ἀπὸ Μαρίας, καὶ ἀληθεύει καὶ κάτω ἀληθεύει καὶ εἰ ἐστὶν κάτω ἀτελής, καὶ ἄνω ἀτελής. εἰ δὲ ἄνω ἐστὶ τέλειος, καὶ κάτω ἐστὶ τέλειος· οὐκ ἐν ἄλλῳ τελεἰῳ ᾤκησεν, ἀλλ᾿ εἰς ἑαυτὸν τὰ πάντα ἐτελείωσε.

καὶ ἀνέστη ἐκ τῶν νεκρῶν μηκέτι μεριζόμενος ἐν μνήματι εἰς σῶμα καὶ θεότητα καὶ ψυχὴν ἐν καταχθονίοις, μηκέτι ὑπὸ ἁφὴν ὑποπίπτων, μηκέτι ἐπεχόμενος, άλλ᾿ εἰσερχόμενος θυρῶν κεκλεισμένων, ψηλαφώμενος δὲ ὑπὸ τοῦ Θωμᾶ, ἳνα μὴ φαντασίᾳ ἀπεικασθῇ, ἀλλ᾿ ἀληθείᾳ·

ὁ ὑπὸ τοῦ Θωμᾶ πιστευθεὶς μετὰ τὸ πληρωθῆναι τὸ προειρημένον »ταῖς χερσί μου τὸν θεὸν ἐξεζήτησα, καὶ οὐκ ἠπατήθην«, ό αὐτὸς θεὸς ὁ αὐτὸς ἄνθρωπος, ὁ μὴ σύγχυσιν ἀπεργασάμενος, ἀλλὰ τὰ δύο κεράσας εἰς ἓν·

οὐκ εἰς ἀνυπαρξίαν χωρήσας, ἀλλὰ συνδυναμώσας σῶμα γήϊνον τῇ θεότητι εἰς μίαν δύναμιν ἣνωδεν, εἰς μίαν θεότητα συνήγαγεν· εἶς ὣς κύριος εἶς Χριστός, οὐ δύο Χριστοὶ οὐδὲ δύο Μοί.

ἐν αὐτῷ σῶμα πνευματικὸν ἐν αὐτῷ θεότης ἀκατάληπτος, τὸ πεπονθὸς μὴ φθαρὲν τὸ ἀπαθὲς ἄξθαρτον, ἀφθαρσία τὸ ὃλον· θεὸς [*](1 Kol. 2, 9 — 8 Gal. 4, 4 — Μ· 2, 7 — 18 ff vgl. Pan. h. 77, 28f — 21 vgl. Job. 20, 26f — 23 Psal. 76, 3 L J 20— 28 Corderius Catena in Job. p. 462 (= cat.)) [*](1 ό Δόγος *] ὃλως L J 9 <καὶ τὸ ἄνθρωπος> *, vgl. Ζ. 13 11 12 > *] τὸ LJ 14 ἀπατάτω J 15 <ἀληθινῦς> * 16 . . . ἄνω *] ἄνω . . . κάτω L J 21 ἔπεχόμενος L] ἀπεχόμενος J ἀπερχόμενος Pet. falsch; ἐπεχόμενος = nicht mehr gehindert (durch die Τüren) | ψηλαφούμενος L 25 ὁ μὴ] οὐ cat. 27 ἤνωσεν < cat. 28 συνείγαγεν J < εἶς 2] Ιησοῦς (auf Rasur von erster Hand) L ebenso cat.)

101
κύριος, καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, μὴ παραλείψας τὴν σάρκα, εἰς δὲ δὲ συνενώσας καὶ εἰς μίαν τὸ ὅλον θεότητα καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός.

81. Οὖτος οὖν ό μονογενής, ό τέλειος ὁ ἄκτιστος ό ἄτρεπτος ὁ ἀναλλοίωτος ό ἀπερινόητος ό ἀόρατος, <ὁ> ἐνανθρωπήσας ἐν καὶ ἀναστὰς πνευματικῶς καὶ »μηκέτι ἀποθνᾐσκων«, μηκέτι πτωχεύων ό »δι᾿ ἡμᾶς πτωχεύσας πλούσιος ὤν‘, ὁ πνεῦμα ὤν ὃλος, ό τὸ σαρκικὸν | καὶ τὸ θεϊκὸν ἐνῶν, | κύριος εἱς βασιλεὺς Χριστός, ό υἱὸς D183 P87 τοῦ θεοῦ, ἐν οὐρανῷ καθεσθεὶς ἐν δεξιᾷ τοῦ πατρὸς »ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας, δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου«, φησὶν ἐν τῷ εὐαγγελίῳ »άπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος«.

τοῦτο δὲ δὲ καὶ ἀνὰ μέσον † ὃν οὐ συναλοιφὴν ἐσήμαινε τὸν υἱὸν τῷ πατρὶ <οὐδὲ οὐδὲ συναλοιφὴν τὸ πνεῦμα τὸ ἃγιον τῷ πατρὶ καὶ τῷ υἱῷ>, ἀλλὰ οἶδε πατέρα ἀληθινὸν καὶ ἑαυτὸν ἀληθινὸν ἀπέδειξεν ἐνυπόστατον Λόγον καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐνυπόστατον πνεῦμα καὶ »πνεῦμα ἀληθείας«, ἄκτιστον ἄτρεπτον ἀναλλοίωτον· οὐχ