Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

79. Εἰ δὲ διὰ τὸ εἰληφέναι νοῦν † ἁμαρτία αὓτη νοεῖται, οὐκοῦν περισσοτέρως, ἐὰν δῶμεν αὐτὸν εἰληφέναι σάρκα, ἧς ἐκτὸς ἁμαρτία [*](10 ff vgl. Panarion h. 77, 30 u. 77, 26, 3 — 10 Jes. 42, 1 — 18 vgl. Baruch 3, 38 — 21 Luk. 2, 52 — 27 ff vgl. Panarion h. 77, 26, ff L J) [*](1 συνθετικὸν? * 2 <οὐ> * 3 ὀφθαλμὸν L | νοῦς Ausgg.] νοῦν L 4 * etwa > * 8 ἃ *] τὰ L J | ἀπὸ = von Seiten des νοῦς her, mit Bezug auf den νοῦς, vgl. πόθεν Ζ. 7 11 εὐδόκησεν L 12 <ἐπ’ αὐτὸν> * | οὖν J | τοῦ συνιέναι J 7 <ὁ> * 18 <ὃς> * 20 αὐτῷ ül. 24 27 † ἀμαρτία αὓτη νοεῖται L ἁμαρτία αὓτην θεῖται J] ἀμαρτίᾳ ὑποπεσεῖται vgl. S. 99, 25 *, ἀμαρτίᾳ σὐθεντεῖται Pet. (aber Epiph. kennt αὐθεντεῖν in diesem Sinn nicht))

99
οὐ τελεῖται »φανερὰ γὰρ τὰ ἔργα τῆς σαρκός«. πάντως ὅτι δῶμεν ὅτι καὶ ἐν σαρκὶ ἥμαρτε, λαβὼν τὴν σάρκα. »οἶδα γάρ« φησὶν ὁ ἀπόστολος »ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ οὐδὲν ἀγαθόν, τουτέστιν ἐν τῇ σαρκίμου«.

τίς δὲ τολμήσει λέγειν διὰ τὸ τὸν σωτῆρα εἰληφέναι σάρκα σαρκὶ συναπῆχθαι, καὶ τὰ τῆς σαρκὸς οὐκ ἐπιτελέσαντα, ἐπιτελέσαντα, εἰς τὴν τοῦ παντὸς σκεύους τοῦ ἰδίου ἀκολουθίαν, <ἀγαθὴν> ὁμοίως καὶ ἐσχηκότα καίτοιγε καὶ σάρκα οὐσαν ἀνθρωπίνην, ἀλλ’ <ἐν> οὐδενὶ πταίουσαν.

ὁ θεὸς γὰρ Λόγος ἄνωθεν ἀπὸ πατρὸς προελθὼν εὐδοκήσας ἐν σαρκὶ γενέσθαι ἐχαλιναγώγει τὸ σκεῦος καὶ εἰ ἤθελεν ἐπέχειν αὐτὸ ἀπὸ πάσης ἀχρειώδους πράξεως σαρκικῆς, ἠδύνατο· εἰ δὲ ἤθελεν, ἐνεδίδου. ἐνεδίδου δὲ εἰς τὰς εὐλόγους καὶ συμπρεπούσας τῇ αὐτοῦ θεότητι σωματικὰς χρείας.

οὔτε γὰρ ἔχων τὸν νοῦν ἐν ἀληθείᾳ, ὥσπερ ὅλην τὴν ἐνανθρώπησιν ἐν ἀληθείᾳ εἶχεν, ὁ νοῦς] ἐπεκτείνετο εἰς ἀλόγους ἐπιθυμίας οὔτε τὰ τῆς σαρκὸς ἴσα ἡμῖν ἔπραττεν ἢ ἐλογίζετο, ἀλλ’ ὡς θεὸς ἐν σαρκὶ ἁληθινῇ γενόμενος ἀπὸ παρθένου Μαρίας ἔπραττε * σαρκὶ καὶ ψυχῇ καὶ νῷ καὶ ὅλῳ τῷ σκεύει, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει ἄνωθεν ἐκ πατρὸς ἐνυπόστατος θεὸς Λόγος.

ἀλλὰ μὴ σοφίσωνταί τινες καταχρηστικῶς τοῦτο λεγόμενον, ὡς τό »σύνες τῆς κραυγῆς μου«· τὸ μὲν γὰρ καταχρηστικῶς δἰ εὐχὴν εἴρηται καὶ δῆλόν ἐστιν <.ὄτι> ἡ χρῆσις <εἰς> [τὸ δὲ] ὑπόδειγμα σαρκικῆς αὐτοῦ παρουσίας προεφήτευται· τὸ δέ »καὶ προέκοπτεν ἡλικίᾳ« ἐστὶν ἀληθές.