Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

77. Τί οὖν ἔδοξέ τισι τοῦτον ἀπὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου παρεκβαλεῖν; τί δὲ ὠφέλησαν τὸν βίον εἰς ἀκαταστασίαν μᾶλλον * τρέψαντες; ἢ τί τοῦτο ἔβλαψεν ἡμᾶς ἢ ὠφέλησεν ἵν᾽ οὕτως εἴπω, ὅπως βοηθήσωσι τῷ Χριστῷ; ἦ ἵνα χάριν αὐτῷ ποιήσωσι μεγάλην ταύτην καὶ εἴπωσιν περὶ αὐτοῦ ὅτι οὐκ ἔλαβε νοῦν;

"Γαλάται μὲν γὰρ ἀνόητοι" καὶ "Κρῆτες ἀεὶ ψεῦσται" καὶ "Ἐφραῒμ περιστερὰ ἄνους"· ὁ δὲ κύριος ἡμῶν ἐνανθρωπήσας εἰς τὸν βίον τὰ πάντα τελείως ἀνείληφε, μᾶλλον δὲ ἔλαβεν αὐτὸς τοῦ ἑαυτοῦ σώματος γεγονὼς πλάστης, αὐτὸς ἑαυτῷ λαβὼν τὴν ψυχὴν ἤτοι ἐνθείς.

Τινὲς δὲ βουλόμενοι ἐλλιπῆ ποιεῖν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν καὶ τελείαν ἐν αὐτῷ οἰκονομίαν, οὐκ οἶδα τί διανοούμενοι οὐκ ὀρθῶς εἶπον νοῦν τὸν Χριστὸν μὴ εἰληφέναι.

οὐχὶ δὲ διὰ * τὸν νοῦν φαίνονται *. ὑπόστασιν γὰρ οὗτοι τὸν νοῦν νομίζουσιν εἶναι καὶ φύσει τολμῶσι λέγειν αὐτὸν εἶναι τὸ εἰωθὸς ἐν τῇ γραφῇ λέγεσθαι ἐν τῷ ἀνθρώπῳ πνεῦμα, ὡς λέγει ὁ ἀπόστολος, "ἵνα ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη".

σφάλλονται οὖν· εἰ γάρ ἐστι νοῦς τὸ [*](1 f Gal. δ, 19 — 2 f Rom. S, 8 — 3 f Gal. 5,17 — 4 f I Kor. 14,1δ — δ I Kor. 14, 14 — 8f Hiob 12, 11 — 11—19 vgl. Panarion h. 77, 25, 1 — 15f Gal. 3, 1 — 16 Tit, 1, 12 — Hos. 7, 11 — 20ff vgl. Panarion h. 77, 23, 4ff u. SchluBab- schnitt τιερι πίστεως 15, If — 25—27 I Thess. 5, 23 L J β—8 Sacra Parallela Vat, 1553 f. 183v) [*](1 διαγορεϊσαι L 4 u. 5 ψαΜ.ώ beidemale J ιψάλλω beidemale L 5 xal1 C J, in L von erster Hand oben hineingeflickt β γαρ <. Sa Pa | ο θ-εύς < L J 7 όιαχριτιχον Sa Fa 7 f τ ε vor άγαθών SaPa 8 έγγινομένων Sa Pa] εν γινομένων L J 12 παρεχβάλειν J 13 * (τΐ/V άλ^ειαν) * 15 (περί) αϊ τοί- <οτι) *] αντώ LJ 22 f ουχί — φαίνονται< J 22 * etwa (το αμαρτη- τιχύν νόμιζειν * 23 * (παρεχβαλεΐν) * , γαρ] δε J | οντοι τον νονν] τοντο L 24 αν τον είναι) * 2β τι/ν ψνχην L)

97
πνεῦμα καὶ τὸ πνεῦμα νοῦς, ὡς καὶ αὐτοὶ νομίζουσι, ψυχὴ δὲ ἄλλη <ὑποστάσις> παρὰ τὸν νοῦν καὶ παρὰ τὸ πνεῦμα, ούκέτι δύο ἐν τῷ ἀνθρώπῳ ἐν μιᾷ συναγόμεναι ὺποστάσει, οὐκέτι ἐνυπόστατος μόνη ψυχὴ καὶ ἐνυπόστατον τὸ σῶμα, ἀλλ᾿ εὑρήκαμεν λοιπὸν τέσσαρα· νοῦν μίαν ὑπόστασιν, ψυχὴν ἄλλην ὑπόστασιν, πνεῦμα ἄλλην ὑπόστασιν, σῶμα ἄλλην ὑπόστασιν.

καὶ ἐὰν πάλιν ἐρευνήσωμεν, ἔτι πλέον ἔσται· ἐπειδὴ γὰρ πολλὰ ὀνόματα κέκτηται ὁ ἄνθρωπος, καὶ »ό ἔσω ἄνθρωπος« καὶ ὸ ἔξω ἄνθρωπος«, καὶ ταῦτα πάντα ἡ γραφὴ εἴρηκε νοηματικῶς, περισφίγγουσα ἡμῶν τὴν διάνοιαν, ἳνα μηδὲν καταλείψωμεν τῆς σωτηρίας μηδὲ πρόφασις ὴμῖν γένηται τοῦ ἐκβῆναι τοῦ προκειμένου. ἔστι γὰρ ταῦτα ἐν τῷ ἀνθρώπῳ· οὐ χρὴ δὲ καὶ πολυπραγμονεῖν.

ὃμως δὲ κατὰ τὸν ἐκείνων λόγον, εἰ ὁ νοῦς ἐστι τὸ πνεῦμα καὶ τὸ πνεῦμα ό νοῦς, ταῦτα δὲ ἐκτὸς τῆς ψυχῆς ψυχῆς [*](D179) χει, πάλιν τίνι <τῷ> λόγῳ λέγει »φαλῶ τῷ πνεύματι, ψαλῶ καὶ νοΐ«; διὰ τούτου γὰρ ἀπέδειξε μὴ τὸ πνεῦμα εἶναι τὸν νοῦν μηδὲ τον νουν το πνευμα.