Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

75. Νομίζουσι δὲ παραναγινώσκοντες καὶ μὴ νοοῦντες διαστέλλειν τὴν ἀνάγνωσίν τινες ἐν τῷ εἰπεῖν »πάντα δὶ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν«, ἴως ῶδε ἀποτιθέντες τὸ ῥητόν, ὑπόνοιαν βλασφημίας δἰς τὸ πνεῦμα τὸ ἃγιον λαμβάνειν· σφάλλονται <δὲ> τὴν ἀνάγνωσιν καὶ ἀπὸ τοῦ σφάλματος τῆς ἀναγνώσεως σκάζουσιν, εἰς βλασφημίαν τρεπόμενοι.

ἡ δὲ ἀνάγνωσις οὓτως ἔχει· πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο ουδέν, ὃ γέγονεν ἐν αὐτῷ., τουτέστω ὃτι εἴ τι γέγονε, δι᾿ αὐτοῦ ἐγένετο.

τοίνυν πατὴρ ἦν ἀεὶ καὶ υὑὸς ἦν ἀεὶ καὶ τὸ πνεῦμα ἐκ πατρὸς καὶ υἱοῦ πνέει, καὶ οὔτε ὁ υἱὸς κτιστὸς οὔτε τὸ πνεῦμα κτιστόν· τὰ δὲ μετὰ πατέρα καὶ υἱὸν καὶ ἃγιον πνεῦμα πάντα κτιστὰ καὶ γενητὰ <ὄντα> οὐκ ὄντα ἐγένετο ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος διὰ τοῦ ἀεὶ ὄντος Λόγου σὺν τῷ ἀεὶ ὄντι πνεύματι.

δι᾿ αὐτοῦ τοίνυν τοῦ Λόγου πάντα τὰ κτιστὰ γέγονε, τοῦ βασιλέως τοῦ ἐπουρανίου, τοῦ ἐνυποστάτου Λόγου, τοῦ σωτῆρος ἡμῶν καὶ εὐεργέτου.

αὐτὸς γὰρ ὁ σωτὴρ ὁ ἃγιοις ό οὐρανῶν οὐρανῶν κατελθών, ό ἐν ἐργαστηρίῳ παρθενικῷ καταξιώσας τὴν ἠμετέραν ποιήσασθαι σωτηρίαν, ὸ ἐκ Μαρίας αὐθις γεγεννημένος διὰ πνεύματος ἀγίου συλληφθείς, ὸ τὴν σάρκα λαβών, ό Λόγος σὰρξ γενόμενος, ό μὴ τραπεὶς τὴν φύσιν, ὁ σὺν τῇ θεότητι λαβὼν τὴν ἀνθρωπότητα, ό τέλειος ὢν ἀπὸ πατρός, ὁ τὴν τελελίαν οἰκονομίαν πληρώσας, ἠλθεν εἰς τὸν κόσμον δι᾿ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν ἡμετέραν ό τὴν σάρκα καὶ ψυχὴν τὴν ἀνθρωπίνην λαβών,

τέλειος ὢν παρὰ πατρός, ἐνανθρωπ΄λησας ἐν ἡμῖν οὐ δοκήσει, ἀλλ [*](9 ff vgl. Panarion h. 69, 56, If — 10 Job. 1, 3 L J 16 f (bis πνέει) Concilium Florentinum Hardouin IX 610 E) [*](2 ζητήσεται L ζητησετε J <ἄλλος> * 5 καὶ οὐ] ἤ L | † περὶ πρὸς σωφροσύνην? * 6 διὰ χρόνον L | χρόνος L 9 παραγινώσκοντες J 12 λαμβάνειν *] λαβόντες LJ | <δὲ> * 17 καὶ υἱὸς ἦν ἀεὶ Conc. < L J | υἱοῦ] ἓν L 19 <ὄντα> * 20 καὶ υἱοῦ καὶ ἀγίου 21 πνεύματι *] πατρὶ L J 22 οὐρανίου J 24 ὁ (vor ἀπ’ οὐρανῶν) < J | παρθνικῷ *] παρθένω L J 28 ό (vor τέλειος) <)

95
ἀληθείᾳ, τέλειον εἰς ἑαυτὸν ἀναπλάσας ἄνθρωπον ἀπὸ Μαρίας τῆς θεοτόκου διὰ πνεύματος ἁγίου·

οὐκ ἐν ἀνθρώπῳ οἰκήσας, ὡς εἴωθεν ἐν προφήταις λαλεῖν κατοικεῖν τε ἐν δυνάμει καὶ ἐνεργεῖν, ἀλλ’ αὐτὸς ό Λόγος σὰρξ ξενόμενος, οὐ τραπεὶς τοῦ εἶναι θεός, οὐ μεταβαλὼν τὴν θεότητα εἰς ἀνθρωπότητα, ἀλλὰ σὺν τῷ ἰδίῳ πληρώματι τῆς αὐτοῦ θεότητος καὶ τῇ ἱδίᾳ ὑποστάσει τοῦ θεοῦ Λόγου καὶ ἐνυποστάτου συμπεριλαβὼν τὸ εἶναι ἄνθρωπος καὶ εἵ τι ἐστω ἄνθρπος.

ἄνθρωπον δὲ δὲ τέλειον <ἔχοντα> ὃσα ἐν ἀνθρώπῳ καὶ οἶα ἄνθρπος· τοῦτον ἦλθε καὶ ἔλαβεν ό μονογενής, ἳνα ἐν τῷ τελείῳ ἀνθρωπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας θεὸς ὣν ἐργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πόλιν γένηται βρώματος διαβόλου.