Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

71. Αλλ᾿ ἐρεῖ τις· οὐκοῦν φαμὲν δύο εἶναι υἱούς, καὶ πῶς μονογενής; γενής; μενοῦν γε. σὺ τίς εἶ ὁ ἀντιλογιζόμενος τῷ θεῷ;« δὲ γὰρ τὸν μὲν υἱὸν καλεῖ τὸν ἐξ αὐτοῦ, τὸ δὲ ἃγιον πνεῦμα τὸ παρ᾿ ἀμφοτέρων, ἃ μόνον πίστει νοούμενα ὑπὸ τῶν ἁγίων φωτεινὰ φωτοδότα φωτεινὴν τὴν ἐνέργειαν ἔχει συμφωνίαν τε πρὸς αὐτὸν τὸν »πατέρα« ποιεῖται φωτός‘), πίστει ἄκουε, ὡ οὗτος,

ὃτι ὁ πατὴρ ἀληθοῦς υἱοῦ ἐστι πατήρ, φῶς ὃλος, καὶ <ὁ> υἱὸς ἀληθοῦς πατρὸς <υἱός> φωτός, οὐχ ὡς τὰ ποιητὰ ἤ κτιστὰ προσηγορίᾳ μόνῃ· καὶ πνεῦμα ἃγιον πνεῦμα ἀληθείας ἐστί, φῶς τρίτον παρὰ πατρὸς καὶ υἱοῦ.

τὰ δ᾿ ἄλλα πάντα θέσει ἢ κλήσει, οὐχ ὃμοια τούτοις ἐνεργείᾳ ἢ δυνάμει ἢ φωτὶ ἤ ἐννοίᾳ· ὡς ἂν εἴποι τις υἱοὺς ἐγέννησα καὶ ὓψωσα« ἢ ὡς ἂν εἴποι τις »ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες‘ ἢ ὡς ἄν εἴποι τις ὁ τετοκὼς βώλους δρόσου« ἢ ὡς ἂν εἴποι τις »ἐξ οὖ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς« ἢ ὡς ἂν εἴποι τις ἐγὼ ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα«.

οὐ γὰρ ὡς οἱ λοιποὶ [*](1 Psal. 58, 6 — 2f Kol. 2, 3 — 4 Joh. 14, 6 — 5f Job. 4, 24 — 8 Jes. 9, 6 — 9—11 I Kor. 2, 12 — 12 —20 vgl. oben c. 6, 9; S. 13, —11 — 13 öm. 9, 20 16f vgl. Jak. 1, 17 — 22 —26 vgl. Panarion h. 73, 5 u. oben c. 5, 3f ; S. 11, 6f — 22 Jes. 1, 2 — 23 Psal. Sl, 6 — 24 Hiob 38, 28 — 24f Ephes. 3, 15 — 25 f Arnos 4, 13 L J pan. 12 — 14 Conc. Florent. Hardouin IX 361 A 13 f Concil. Florent. Hardouin IX 193 D 19 f Concil. Florent. Hardouin IX 361 A und 610 D) [*](1 ὅλως L | ὁ <ὁ υἱὸς> * 2 ὅλως L | θεός] υἱος J 3 ὃλως L 5 πνεύματος] πατρός L J 6 † θεότης] lies vrohl nveifza δὲ θεοῦ * 7 παρακλητικὸν pan. | του < L J 9 ἀπὸ J 12 ὐἱοὺς εἶναι Conc. Flor. 12f vor + ό Conc. Flor. 14 μὲν < L J Conc. Flor. 15 ἃ <pan. pan. 16 σὐμφωνα LJ 17 ὦ οὖτος] ἐγὼ τοιοῦτος L J | ἀληθῶς pan. 18 > * | πατρὸςἀληθοῦς pan. | <υἱός> * 19 ποιητὰ ἢ κτιστὰ] ποιήματα ἢ κτίσματα 20 τρίτον] τρία J 21 θέσει + ἢ παραθέσει pan. | τούτου pan. 22 vor ὡς + ἤ pan. 25 οὐρανῷ L J | ἐπὶ + τῆς pan.)

89
πατέρες ἢ πατριαρχαι ὁ ἀληθινὸς πατὴρ ἀρξάμενος τοῦ εἰναι πατὴρ ἢ ἐκλείπων ποτὲ τῷ χρόνῳ τοῦ εἶναι πατήρ. εἰ γὰρ ἄρχεται τοῦ εἶναι πατήρ, υἱὸς ἄρα ἠν ποτε ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα μονογενοῦς· καθ᾿ ὸμοιότητα δὲ πατέρες πατέρων νοοῦνται τέκνα καὶ εἰς ἄπειρον τὸν ἀληθῶς πατέρα τῆς ἀρχαιολογίας εὑρεῖν ἔστιν.

οὐδὲ ὡς τὰ λοιπὰ τέκνα θέσει ό υἱὸς ὸ ἀληθινός, νέος τοῦ εἶναι υἱός. εἰ γὰρ νέος τοῦ εἶναι υἱός, ἠν ποτε χρόνος ὅτε οὐκ ἦν ὁ πατὴρ πατὴρ μονογενοῦς.

οὐδὲ ὡς τὰ λοιπὰ πνεύματα τὸ πνεῦμα τῆς ἀληθείας κτιστὸν ἢ ποιητόν, οὐδὲ ὡς οἱ λοιποὶ ἄγγελοι »ὁ τῆς μεγάλης βουλῆς ἄγγελος« καλεῖται.

ἃ μὲν γὰρ ἀρχὴν καὶ τέλος ἔχει, ἃ δ᾿ ἀνεπινόητον ἒχει τὴν ἀρχὴν καὶ τὸ κράτος· καὶ ἃ μὲν κτίζει τὰ πάντα εἰς ἀπείρους αἰῶνας, συνεργοῦντα τῷ πατρί, ἃ δὲ κτίζεται ὑπὸ τούτων, ὡς ἂν ἐθέλοιεν· καὶ ἃ μὲν λατρεύει τούτοις, ἃ δὲ λατρευτὰ ὑπὸ τῶν ὅλων κτισμάτων· καὶ ἃ μὲν ἐᾶται τὰ ποιήματα, ἃ δὲ τὴν ἔασιν λαμβάνει παρ᾿ αὐτῶν· καὶ ἃ μὲν κρίνεται κατ᾿ άξίαν, ἃ δὲ τὴν κρίσιν ἔχει τὴν δικαίαν·

καὶ ἃ μὲν <ἐν> χρόνω̣ ἐστίν, ἃ δὲ οὐκ ἐν χρόνῳ τυγχάνει· καὶ ἃ μὲν φωτίζει τὰ πάντα, ἃ δὲ φωτίζεται ὑπὸ τούτων· καὶ ἃ μὲν καλεῖ νηπίους εἳς ὕφος, ἃ δὲ καλεῖται ὑπὸ τοῦ τελείου· καὶ ἃ μὲν χαρίζεται πᾶσιν, ἃ δὲ χαρίσματα λαμβάνει· καὶ καθάπαξ εἰπεὶν, ὃ μὲν ἐξυμνεῖ τὴν ὰγιότητα ἐν οὐρανοῖς οὐρανῶν καὶ λοιποῖς ὀοράτοις τόποις, ἃ δὲ ἐξυμνούμενα τὰ δῶρα ἀξίως παρέχει τοῖς ἀξίοις.