Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

καί τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες« ὅμοιον τῷ εἰπεῖν »ἀπαρχὴ Χριστός«·

»ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν‘ ὅμοιον τῷ εἰπεῖν »ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν‘·

»ἵνα γένηται ἡ προσφορὰ τῶν Μνῶν εὐπρόσδεκτος, ἁγιασθεῖσα ἐν πνεύματι ἁγίῳ« ὅμοιον τῷ εἰπεῖν »ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ«·

»ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ‘ ὅμοιον τῷ εἰπεῖν »ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί«·

»ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ θεοῦ« ὅμοιον τῷ εἰπεῖν »ἐαυτοὺς δοκιμάζετε εἰ ὁ Χριστὸς ἐν ὑμῖν‘·

ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν‘ ὅμοιον τῷ εἰπεῖν »ἐνοικήσω [*](1 f II Kor. 13, 3 — 2 f Act. 20, 35 — 3 f Act. 20, 22 — 4 f Philem. 1 Ephes. 3, 1 — 5 f Act. 20, 23 — 6 f vgl. Gal. 1, 20 — 7 Rom. 1, 4 — 8 Jes. 57, 15 — 8 f Rom. 2, 29 — –11 Kol. 2, 11 — 11 I Kor. 3, 16 — 12 Kol. 2, 6 — 12 f II Sam. 23, 2 — 13 f öm. 8, 23 — 14 f I Kor. 15, 23 — 15 Rom. 8, 26 — 16 f öm. 8, 34 — 1 f Rom. 15, 16 — 18 f Phil. 1, 10 — 19 f I Kor. 2, 10 — 21 f Gal. 1, 15 — 22 f I Kor. 2, 12 — 24 II Kor. 13, 5 — 24 f I Kor. 3, 16 — 25 f II Kor. 6, 16 L J pan.) [*](1 ὅμοιον ὡς εἶπε pan.] ὅμοιον ὡς εἰ ἔλεγε L ἁομίως ὡσεὶ ἔλεγε J | ζητοῦντες J 2 Χριστοῦ] θεοῦ L J | ἤ] εἰ L J 4 ἂν x003C; L J ἐὰν pan. 5 μαρτύρεται L J ὅμοιον τῷ εἶπε L ὅμοιον ὡς εἶπε pan. | > * 8 f ἅγιος — ὅμοιον τῷ εἰπεῖν x003C; L J 9 περιετμήθη pan. 10 τῇ 2 x003C; L J 16 καὶ (vor ἐντυγχάνει) x003C; pan. 10 Χριστοῦ] κυρίου pan. 20 θεὸς] Χριστὸς LJ | τοῦ x003C; L J 21 εὐδόκησεν + ὁ θεὸς J 22 ἐν ἐμοὶ τὸν υἱὸν αὐτοῦ pan. 23 τὸ ἐκ] τοῦ pan. 24 ἐστι L J)

85
ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός«.

69. Ἀλλὰ καὶ τὴν δικαίωσιν ἐξ ἀμφοῖν λέγει καὶ τὴν χάριν· »δικαιωθέντες δὲ ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν« ὅμοιον τῷ εἰπεῖν »δικαιωθέντες δὲ ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ‘ «·

οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ‘ καὶ οὐδεὶς δύναται πνεῦμα πνεῦμα ἅγιον ἢ παρὰ κυρίου »διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι« καί »ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος«·