Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

61. Ἡμεῖς τοίνυν ἀπὸ τοῦ προειρημένου Ἀδὰμ πάντες κατὰ ἀκολουθίαν· καὶ οὐκ ἀπώλετο ἡ τάξις οὐδὲ τὰ ὑπὸ θεοῦ γινόμενα ἀλληγοροῦνται.

ἔστι τοίνυν Ἀδὰμ καὶ ἔστι φύλλα συκῆς καὶ συκῆ καὶ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ καὶ ζύλον ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ οφις καὶ παρακοὴ καὶ ὑπακοὴ καὶ εἰσὶ ποταμοὶ καὶ ἔστιν Εὕα καὶ τὸ πλάσμα·

πάντα γὰρ δυνατὰ τῷ θεῷ« καὶ τὰ φθαρτὰ μεταβαλεῖν εἰς ἀφθαρσίαν καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι ἐν ἀγθαρσίᾳ διατελεῖν.

καὶ μὴ θαυμαζέτω τις· τοῦτο γὰρ ἠλθε καὶ ἔδειξε λαβὼν σάρκα φθαρτὴν καὶ ἐνδυσάμενος ἐν τῇ θεότητι καὶ ἀποδείξας ἄφθαρτον. »τίς γὰρ ἐγκαλέσει« θεῷ;

ἴδωμεν δὲ καὶ ἄλλην θεωρίαν. ἐξέβαλεν ἀυτούς, φησίν, ἔξω τοῦ παραδείσου καὶ ἔθετο τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τηρεῖν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς. καὶ ἐξελθόντες οἱ περὶ τὸν Ἀδὰμ ᾤκησαν ἀπέναντι τοῦ παραδίσου. μηδεὶς μύθοις ἀπατάσθω κενοῖς.