Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

54. Ἀλλὰ μὴ πάλιν δραματουργῶν λέγῃς· εἶδον μὲν οἱ προφῆται οὐκ ὀφθαλμοῖς, ἀλλὰ διανοίᾳ, συνιέντες μονονουχὶ καὶ <μὴ> διὰ τοῦτο γὰρ ἀκριβῶς λέγει Ἠσαίας τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἀνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ οἰκῶ καὶ κύριον σαβαὼθ εἶδον«· καὶ οὐκ εἶπεν, εἶδον τῇ διανοίᾳ, ἀλλὰ τοῖς ὀφθαλμοῖς μου«. εἶδον οὖν καὶ οὐκ εἶδον, ἀλλ’ ὡς ἠδύνατο, ἐν ἀληθείᾳ δὲ εἶδον, οὐκ εἶδον δὲ ὡς ἔχει τὸ ἄπειρον τῆς ἀκαταληψίας.

οὕτως καὶ περὶ παραδείσου πολλοὶ ἀλληγοροῦσιν, ὡς ὁ θεήλατος Ὠριγένης ἠθέλησε φαντασίαν μᾶλλον ἤπερ ἀλήθειαν τῷ βίῳ συνεισενέγκασθαι. καί φησιν· οὐκ ἔστι παράδεισος ἐπὶ τῆς γῆς·

δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ παρὰ τοῦ ἁγίου ἀποστόλου εἰρημένου ὅτι »οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ«. ἀλλὰ μὴ παρα<να>γίνωσκε λέγε ὅτι τὸ τρίτον τοῦ ἀέρος <σημαίνει> οὐ γὰρ εἰπὼν »ἕως οὐρανοῦ‘ περὶ μέρους τρίτου λέγει, ἀλλὰ περὶ τριῶν ἀριθμῶν.

καί φησιν »οἶδα τὸν τοιοῦτον ἄνθρωπον ἁρπαγέντα εἰς τὸν παράδεισον καὶ ἀκούσαντα ῥήματα ἅ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν«.

δόξα τῷ παντοκράτορι θεῷ, τῷ κατὰ πάντα τρόπον διατρανοῦντι καὶ λεπτολογοῦντι, ἴνα οἱ ἀληθινοὶ * μὴ σφάλλωνται. οὐ γὰρ ἐν μιᾷ συντομίᾳ τὸν οὐρανὸν καὶ τὸν παράδεισον συνῆψεν, ἀλλὰ »οῑδα ἄνθρωπον« φησίν »ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ‘ καὶ πάλιν »ἁρπαγένατα εἰς τὸν παράδεισον«. τὸ δὲ μετὰ τοῦ ἄρθρου ἑτέρου προσώπου ἐστὶ διαληπτικὸν καὶ ἑτέρου τόπου μεταστατικόν.

ὡς εἵ τις ἔχοι ὄρος καὶ πεδιάδα, τὴν δὲ πεδιάδα ἐγκυκλεύουσαν τὸ ὅρος, βουληθείη δὲ εἰς τὸ πέραν τοῦ ὄρους ἐν τῇ αὐτῇ πεδιάδι παραγενέσθαι, καὶ ὄτε μὲν θελήσει διὰ τῆς πεδιάδος τὴν ὁδοιπορίαν ποιήσασθαι εἰς τὸν [*](5 — 8 Jes. 6, 5 — 10 f vgl. Pan. h. 64, 4, 11 u. Epiph. ep. ad Joh. episc. Hieros. = Hieronymi ep. 51, 5, 5 (CSEL 54, 1 S. 404, 5 ff Hilberg) — 12 ff Methodius de resurr. I c. 55 Bonwetsch (=Panarion h. 64,47); vgl. ep. ad Joh. episc. Hieros. = Hieronymi ep. 51, 5, 7 (CSEL 54, 1 S. 405, ff Hilberg) — –16 H Kor. 12, 2 — 19 E Kor. 12, 3 L J) [*](3 λέγῃς *] λέγεις L J 4 ὀφθαλμῷ J | <μὴ> *, μόνον, οὐχὶ καὶ Klosterm. 6 vor λαῷ + τῷ J 7 ἔχοντα J 9 ὡς ἠδύνατο = wie es öglich war * 10 ἀκαταλήψεως L | πολλοὶ hinter οὕτως und + οἱ J 14 οἶδα] εἶδον J 16 τὸν < L | παρα<να>γίνωνσκε γίνωσκε *, vgl. Ancoratus c. 75, 1 17 21 παντωκράτορι J | διατρανοῦντι] δευτεροῦντι L 22 * etwa <προσκυνηταὶ> 26 τόπου *] τρόπου L J | μεταθειτκόν J | ἔχει L 28 αὐτοῦ J.)

64
τόπον, ὅπου δἂν ἐθέλοι <ἐπέκεινα> τοῦ ὄρους ἀπελθεὶν, δυνατὸν αὐτῷ τοῦτο· εἰ δὲ θελήσει πρῶτον μὲν ἐμβῆναι εἰς τὸ ὄρος καὶ ἀπὸ τοῦ ορους πἀλιν εἰς τὸν τόπον τῆς πεδιάδος τῆς ἐπέκεινα τοῦ ὄρους γενέσθαι, καὶ οὕτως ἀυτῷ δυνατόν.

οὕτω μοι νόει καὶ τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον· πρῶτον μὲν εἰς τὸν οὐρανὸν ἀναβεβηκέναι, ἔπειτα δὲ εἰς τὸν παράδεισον καταβεβηκέναι> , , κατὰ τὸ εἰρημένον »κατέβη ὁ ἀδελφιδοῦς μου εἰς κῆπον αὐτοῦ‘. * καὶ ὁ σωτήρ φησι »σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ«.