Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ἀνεταζομένης δὲ τῆς λέξεως ἐλέγχεις τοὺς ἀμαθεῖς. τὸ ποτὲ γὰρ λεξικὼς λεγόμενον χρόνου ἐστὶ σημαντικόν. καὶ λέγοντες <αὐ>τὸ μὴ λέγειν χρόνον ἀτοπίαν ἐμπίπτουσι τοῦ αὐτῶν φρονήματος έν κακοπιστίᾳ. εἰρωνείᾳ γὰρ ταῖς λέξεσι κέχρηνται, τῷ φρονήματι δεινῶς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἐστρατευμένοι, ἀλλότριον παντάπασι τῆς τοῦ πατρὸς θεότητος ἀπηρυθριασμένως δοξάζοντες. θέλων οὐν ἐγέννησεν ἢ μὴ θέλων;

ἐὰν εἴπωμεν μὴ θέλων, ἀνάγκῃ περιβάλλομεν τὸ θεῖον, καὶ ἐὰν εἴπωμεν ὅτι θέλων, διδόαμεν ὅτι ἦν τὸ θέλημα πρὸ τοῦ Λόγου· κἄν τε ἄτομον καὶ ῥιπὴ <ὀφθαλμοῦ ἤ> πολλοστημόριον ὥρας εἴη, τὸ πολλοστημόριον χρόνου ἐστὶ σημαντικὸν πρὸ Λόγου καὶ πάλιν παρεμπίπτομεν τῷ λόγῳ αὐτῶν. καὶ ἐὰν εἴπωμεν ὅτι οὐ θέλων ἐγέννησεν, ἄρα ἀνάγκῃ φύσεως ἠκται τὸ θεῖον καὶ οὐκ ἐλευθεριότητι θελήματος.

οὐκ ἔστι δὲ τούτων οὐδὲν εἰς θεόν, ὡς ὑπολαμβάνεις, ὦ κενόδοξε. παρὰ θεῷ γὰρ ταῦτα οὐκ ἕστιν. οὔτε θέλων τοίνυν ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλ’ ὑπερβολῇ φύσεως. ὑπερβαίνει γὰρ ἡ θεία φύσις βουλὴν καὶ οὐχ ὑποπίπτει χρόνῳ οὔτε ἀνάγκῃ ἄγεται.

ἐν ἡμῖν γὰρ οὐδέν ἐστιν ἕτοιμον, ὄτι οὐκ ἠμέν ποτε καὶ πρῶτόν τι βουλευόμεθα, ἔπειτα ποιοῦμεν ὃ πράττομεν, ἢ μὴ βουλευσαμένων ἡμῶν οὐκ ἔστιν ὃ μηδέπω παρ' ἡμῶν πέπρακται· παρὰ δὲ θεῷ πάντα τέλεια καὶ λεῖα καὶ πάντα ἐν αὐτῷ πεπλήρωται, καὶ <οὔτε θέλων> οὔτε μὴ θέλων ἐγέννησε τὸν ἐιδίως ὄντα, γεγεννημένον ἐξ αὐτοῦ ἅγιον Λόγον καὶ θεόν, ἀλλ’ ἐν τῇ ὑπερβολικῇ καὶ ἀφράστῳ αὐτοῦ φύσει.

53. Θαῦμα <δέ> μοι μέγιστον ἐπέρχεται, ὠ υἱοὶ τῆς πίστεως καὶ ἐκκλησίας, πῶς τὰ ἀληθινὰ ἐξέστρεψαν οἱ φιλόνεικοι εἰς ἀλληγορίαν καὶ τὰ τροπικῶς εἰρημένα εἰς τὰ ἀληθινὰ λαμβάνουσι σφαλλόμενοι. τὸ μὲν γὰρ γεγεννῆσθαι, ὅπερ ἐστὶν <ἐν> αὐτῷ κατὰ φύσιν, λέγοντες οὐχ ὡς ἐν τι τῶν γεννημάτων· τὸ τὸ ἐκτίσθαι, ὅπερ ἐστὶν ἀλλότριον τῆς αὐτοῦ θεότητος, εἴ γε καὶ ἐν ἀλλοηγορίᾳ ποτὲ εἴρηται, [*](L J 16 — 21 (bis πεπλήρωται; die beiden mit ὑπερβαίνει u. mit ἐν ἡμῖν γὰρ beginnenden ätze jedoch umgestellt) Sacra Parallela Coisl. 276 f. 121 v u. 156 v Rupef. f. 119 r) [*](3 αὐ)τὸ * | λέγειν] εἶναι? * nach Ζ. 1 4 ἐν < L 7 *] ἀπηλλοτριωμένως L J 10 τε] τι J | <ὀφθαλμοῦ ἤ> * , nach S. 11, 25 | ὥρας < L 14 οὐδὲν 15 παρὰ γὰρ θεῷ L 20 παρ’] ἑξ Sa Pa δὲ < L | παρὰ θεῷ δὲ Sa Pa 20 f καὶ λεῖα < Sa Pa Pet. 24 <δὲ> * 25 ἐξήστρεψαν J | ἀλληγορίαν] ἀλλότρια J 25 f καὶ εἰς ἀλληγορίαν L 27 <ἐν> *)

62
ἐκεῖνο ἀληθινὸν λέγουσι, τὸ δὲ ἀληθινὸν ἀφανίζουσιν.

ἐν τῷ γὰρ εἰπεῖν Ἠσαΐαν »εἶδον τὸν κύριον σαβαώθ‘ καί ὤφθη κύριος τῷ Μωυσῇ« καί ὤφθη κύριος Ἀβραάμ« καί »εἶδεν ὅρασιν Δαυιήλ, παλαιὸν ἡμερῶν‘ καὶ τὰ τοιαῦτα, καὶ ὤφθη κύριος Ἰεζεκιὴλ καὶ εἶπεν »εἶδον εἶδος θεοῦ«, φασὶ ταῦτα μὴ εἶναι, ὡς τῶι, προφητῶν καταψευδόμενοι·