Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

52. Ἀλλά, φασί, τί οὖν λέγεις; θέλων ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν ἢ μὴ θέλων; ἐπειδὴ λέγει<ς> , ἦν ἀεὶ <ὁ> Λόγος καὶ οὐκ χρόνος πρὸ τοῦ Λόγου; καίτοι γε καὶ αὐτῶν τῶν Ἀρειανῶν πρὸςι ἀπάτην τινῶν ἀχρόνως τὸν υἱὸν τοῦ θεοῦφασκόντων γεγεννῆθσθαι, μὴ βουλομένων δὲ αὐτὸν ἀίδιον λέγειν, ἀλλὰ λεγόντων, ἦν ποτε ὄτε [*](3 die Zahl nach Eusebius; vgl. Nestle, Einf. in d. griech. N. Test. 3 S. 64 — –S S. 61, 23 vgl. Panarion h. 69, 26, 5 u. h. 69, 70 L J) [*](1 πατὴρ] σωτὴρ J 9 κτιστὸς beidemale J | αὐτοὶ] αὐτὴ L 19 οἱ (vor προσκυνοῦντες) < L 22 <ὄντα> * 25 <τὸν> * 31 λεγει<ς> *)

61
οὐκ ἦν· νομίζουσι δὲ τὸ ποτὲ μὴ εἶναι χρόνον.

ἀνεταζομένης δὲ τῆς λέξεως ἐλέγχεις τοὺς ἀμαθεῖς. τὸ ποτὲ γὰρ λεξικὼς λεγόμενον χρόνου ἐστὶ σημαντικόν. καὶ λέγοντες <αὐ>τὸ μὴ λέγειν χρόνον ἀτοπίαν ἐμπίπτουσι τοῦ αὐτῶν φρονήματος έν κακοπιστίᾳ. εἰρωνείᾳ γὰρ ταῖς λέξεσι κέχρηνται, τῷ φρονήματι δεινῶς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἐστρατευμένοι, ἀλλότριον παντάπασι τῆς τοῦ πατρὸς θεότητος ἀπηρυθριασμένως δοξάζοντες. θέλων οὐν ἐγέννησεν ἢ μὴ θέλων;

ἐὰν εἴπωμεν μὴ θέλων, ἀνάγκῃ περιβάλλομεν τὸ θεῖον, καὶ ἐὰν εἴπωμεν ὅτι θέλων, διδόαμεν ὅτι ἦν τὸ θέλημα πρὸ τοῦ Λόγου· κἄν τε ἄτομον καὶ ῥιπὴ <ὀφθαλμοῦ ἤ> πολλοστημόριον ὥρας εἴη, τὸ πολλοστημόριον χρόνου ἐστὶ σημαντικὸν πρὸ Λόγου καὶ πάλιν παρεμπίπτομεν τῷ λόγῳ αὐτῶν. καὶ ἐὰν εἴπωμεν ὅτι οὐ θέλων ἐγέννησεν, ἄρα ἀνάγκῃ φύσεως ἠκται τὸ θεῖον καὶ οὐκ ἐλευθεριότητι θελήματος.

οὐκ ἔστι δὲ τούτων οὐδὲν εἰς θεόν, ὡς ὑπολαμβάνεις, ὦ κενόδοξε. παρὰ θεῷ γὰρ ταῦτα οὐκ ἕστιν. οὔτε θέλων τοίνυν ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλ’ ὑπερβολῇ φύσεως. ὑπερβαίνει γὰρ ἡ θεία φύσις βουλὴν καὶ οὐχ ὑποπίπτει χρόνῳ οὔτε ἀνάγκῃ ἄγεται.

ἐν ἡμῖν γὰρ οὐδέν ἐστιν ἕτοιμον, ὄτι οὐκ ἠμέν ποτε καὶ πρῶτόν τι βουλευόμεθα, ἔπειτα ποιοῦμεν ὃ πράττομεν, ἢ μὴ βουλευσαμένων ἡμῶν οὐκ ἔστιν ὃ μηδέπω παρ' ἡμῶν πέπρακται· παρὰ δὲ θεῷ πάντα τέλεια καὶ λεῖα καὶ πάντα ἐν αὐτῷ πεπλήρωται, καὶ <οὔτε θέλων> οὔτε μὴ θέλων ἐγέννησε τὸν ἐιδίως ὄντα, γεγεννημένον ἐξ αὐτοῦ ἅγιον Λόγον καὶ θεόν, ἀλλ’ ἐν τῇ ὑπερβολικῇ καὶ ἀφράστῳ αὐτοῦ φύσει.