Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
οὐ κτιστὸς τοίνυν ὁ ἅγιος Λόγος, ὅτι προσκυνητός. προσεκύνησαν αὐτῷ οἱ μαθηταί, προσκυνοῦσιν αὐτῷ οἱ ἄγγελοι ἐν οὐρανῷ· <φησὶ γὰρ> »καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ« καί »προσκυνήσω σε, κύριε ἡ ἰσχύς μου«.
ἓν δὲ πρᾶγμά ἐστι ῥητὸν καὶ σύντομον καὶ ἀναντίθετον, ᾧ τις ἀντειπεῖν οὐ δύναται· εἰ ἔχουσι μαρτυρίαν οἱ ἐχθραίνοντες τῷ υἱῷ τοῦ θεοῦ δεῖξαι, [*](4—6 Psal. 46, 4f — —14 Kol. 1, 13 — 17 vgl. II Kor. 5, 19 I Joh. 4, 11 — 20f vgl. Job. 3, 16 — 25 Deut. 6, 4 — 26 ff vgl. Panarion h. 69, 31, 4 — 28 Psal. 96, 7 — 29 vgl. Psal. 17, 1 L J) [*](1 ἴφη *] ἐφ᾿ ἣν L J | ηὐδόκησεν J 5 3> 8 ἐκλελεγμένης λεγμένης J | * ἐν δὲ τῷ εἰπεῖν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδό > * | σαρκὸς + τῆς L 14 οἱ < L | ληροῦντες *] νοοῦντες L J 15 τὸν υἱὸν] γενόμενον υἱὸν? * 16 οἱ < J 3 28 <φησὶ γάρ> * 29 *] προσκυνησάτω L J)
51. Ἀλλά φησιν ὁ φιλόνεικος καὶ φιλόδοξος· τί οὖν λέγεις τὸ σῶμα; ἀπὸ Μαρίας δηλονότι ἀνειλημμένον. Μα;ρία δὲ τί; φησίν, ἄκτιστος ἢ κτιστή; κτιστὴ δηονότι καὶ αὐτοὶ λέγομεν, γεννηθῖσα ἐξ ἀνδρὸς καὶ γυναικός. τὸ ἀπὸ Μαρίας οὖν τί λέγεις; προσκυνεῖν τὸν σωτῆρα ἐν σώματι ἢ οὐ προσκυνεῖς; πῶς οὖν μὴ προσκυνήσω; ἐὰν ἐὰν μὴ προσκυνήσω, οὐκ ἔχω ζωήν. ἰδοὺ οὐν, κτίσμα προσκυνεῖς τὸ σῶμα. πολλὴ δὲ φρενοβλάβεια τῶν τὰ τοιαῦτα λεγόντων.
καὶ γὰρ βασιλεὺς πορφύραν ἐνδεδυμένος ὑπὸ πάντων προσκυνεῖται. ἆρα ἡ πορφύρα προδκυνεῖται ἢ ὁ βασιλεύς; εὔδηλον ὅτι ὁ βασιλεύς. συμπροσκυνεῖται δὲ αὐτῷ καὶ ἡ πορφύρα φορουμένη· ἐκδυσαμένου δὲ ταύτην τοῦ βωασιλέως καὶ εἰς τόπον θεμένου οὐκέτι προσκυνεῖται ἡ πορφυρίς.
καθέζεται καὶ ἐν ναῷ πολλάκις βασιλεὺς ἐπὶ θρόνου ἰδίου καὶ οἱ προσκυνοῦντες προσκυνοῦσι τὸν βασιλέα ἐν τῷ ναῷ τῷ ἰδίῳ καὶ ἐν τῷ θρόνῳ, ἐξεγερθέντος δὲ τοῦ βασιλέως οὐδεὶς οὔτε τὸν ναὸν ναὸν τὸν θρόνον προσκυνεῖ. οὐδεὶς δὲ μεμηνὼς θέλων προσκυνῆσαι τὸν βασιλέα ἐν τῷ ναῷ αὐτοῦ > λέγει τῷ βασιλεῖ· ἔξελθε ἐκ τοῦ ναοῦ σου, ἵνα σε προσκυνήσω.
οὕτω γοῦν οὐδεὶς εἴπῃ τῷ μονογενεῖ· ἄφες τὸ σῶμα, ἵνα σε προσκυνήσω, ἀλλὰ προσκυνεῖ σὺν 25 τῷ σώματι τὸν μονγενῆ, <τὸν> ἀκτιστον σὺν ναῷ τῷ ἁγίῳ, ἔλαβεν ἐλθών.
καὶ οὐδεὶς λέγει τῷ βασιλεῖ· ἀνάστα ἐκ τοῦ θρόνου σου, ἴνα σε προσκυνήσω δίχα τοῦ θρόνου, ἀλλὰ προσκυνεῖ τὸν βασιλέα σὺν τῷ θρόνῳ. καὶ γοῦν καὶ ὁ Χριστὸς προσκυνεῖται σὺν τῷ σώματι τῷ ταφέντι καὶ ἐγηγερμένῳ.