Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

49. Τοίνυν παυσάσθωσαν ἀπὸ τῆς βλασφημίας καὶ μαθέτωσαν παρὰ τοῦ παρτρὸς τοῦ λέγοντος »οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα«· πάλιν <δὲ> ὡς ἐπὶ μελλόντων λέγει σὺ γὰρ υἱός μου ὁ ἀγαπητός, ὃν ἐξελεξάμην«, καὶ τότε ἐν τοῖς ᾄσμασιν »ἐκλελοχισμένος ἀπὸ μυριάδων«. πόθεν οὖν ἐκλογὴ γίνεται λεγέτωσαν.

νομίζουσι γὰρ οἱ ληρώδεις ἐν τῷ εἰπεῖν‘ ἐξελεξάμην‘ κατὰ χάριν αὐτὸν υἱὸν καλεῖσθαι καὶ οὐ κατὰ φύσιν. δειξάτωσαν τίς αὐτῷ ὅμοιος, ἵνα τοὺς πάντας δοκιμάσας ἐκεῖνον ἐκλέξηται.

εἰ γὰρ υἱός ἐστι μονογενής, οὐκ ἔστι τις ἴσος αὐτοῦ οὔτε ἀντιπαράθετος, ὅμοιος ὢν τῷ υἱῷ ἐν υἱοῖς θεοῦ«. τούτους γὰρ οἶδε κατὰ χάριν, ἐκείνῳ δὲ μὴ δυνάμενόν τινα ἐξισοῦσθαι τῷ εἶναι αὐτὸν φυσικῶς υἱόν.

φανερὸν γὰρ πόθεν ἐκλελοχισμένος καὶ πόθεν ἐκλογή· ὅτι πολλαὶ μυριάδες ἐπὶ τῆς γῆς ἦσαν καὶ Μαρία μόνη »εὑρε χάριν‘ καὶ [*](6 Job. 14,2 — 8 ff vgl. Panarion h. 69, 36,6 — 15 Jes. 55, Sf — 16 I Sam. 15, 29 — 19 Matth. 3, 17 — 20 vgl. Jes. 42, 1; 44, 1 (Mark. 1, 11) — 22 Hohel. .5, 10 — 27 Psal. 88, 7 — 30 Luk. 1, 30 L J) [*](2 <τὰ> Ι <τῷ> * 4 πεμπομένους J | <αἱ> 4 f γενηθεῖσαι ἰδιαζόντως + καὶ L 7 f ἀριθμουμένου Pet.] ἀριθμουμένους L J 8 οὐδὲ] εἰ δὲ L 10 ἐμπαθῆ L 12 εὕραμεν J | διὰ τι] διότι L 13 υἱοῦ] θεοῦ J 15 τοῦ θεοῦ σαφῶς J 20 ηὐδόκησα J | <δὲ> * | σὺ *] εἶ L J 22 ἐκλελοχημένος ἐκλελογισμένος J 27 υἱῷ] κυρίῳ? * 29 ἐκλελοχησμένον L ἐκλελογισμένον J)

59
ἐν αὐτῇ ἐξελέξατο τὴν ἁγίαν σάρκα.

διὰ τοῦτο ἔφη εὐδόκησα, ὡς καὶ Δαυὶδ λέγει ἐκ προσώπου τῶν ἀποστόλων τῶν εἰς τὸν κύριον πεπιστευκότων καὶ μετὰ χαρᾶς τοῖς ἔθνεσι τὴν αὐτοῦ χάριν ὑποδεικνυόντων, ὅτι »ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν > τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησε«, τουτέστι τὸ ἀκραιφνὲς τῆς καλλονῆς αὐτοῦ,

ὅλου τοῦ Ἰακὼβ τὴν καλλονήν, τὴν σάρκα τὴν ἀπὸ Μαρίας διὰ πνεύματος ἁγίου ἐκλελεγμένην. * τὸ γενόμενον τῆς οἰκονομίας τῆς σαρκὸς πρὸς Ἰωάννην τὸν βαπτιστὴν ἔδειξεν ἄνωθεν ὁ πατήρ. εὐδόκησε γὰρ ὁ πατὴρ ἐν τῇ ἐνσάρκῳ τοῦ Χριστοῦ παρουσίᾳ, ἡ δὲ θεότης ἀπείρως εχει της φυσεως.