Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
καὶ οὐ καθ' ὑπόθεσιν θεωρίας ἡμεῖς τοῦτο ἠλληγορήσαμεν καὶ τὸ προειρη- [*](17–21 vgl. Acta Archelai 8, 4 ff; S. 12, 7 ff Beeson = Epiph. Panarion h. 66, 26, 4; vgl. auch h. 66, 22, 4 — –24 vgl. Joh. 6, 9 ff — 23 Joh. 6, 12 L J) [*](1 ὑελλίνω 3 2 ἵστανται + καὶ 5 τέμνεται 6 φησίν L 11 ἐν+τῇ L 12 ὁ πρῶτος < L 13 ἐκ < L | μερῶν? * | εἶναι < L 1 δὲ] δὴ *, vgl. S. 26, 14 17 f † τῷ νοῒ νοὶ ist jedenfalls öglich, da Epipha- nius immer νῷ sagt; lies vielleicht τῷ ἀέρι nach Act. Arch. 8, 7; S. 13, llf Beeson παραμένουσιν ἐν τῷ στύλῳ τῆς δόξης, ὃς καλεῖται ἀὴρ ὁ τέλειος. ὁ δὲ ἀὴρ οὑτος στῦλός ἐστι φωτός, ἐπεδὴ γέμει ψυχῶν τῶν καθαριζομένων u. Act. Arch. 10, 8 S. 17, 9 ff Beeson ὁ κινῶν τὴν χεῖρα βλάπτει τὸν ἀέρα, ἐπειδὴ ὁ ἀὴρ ψυχή ἐστι τῶν ἀνθρώπων * 18 μανὶ LJ 19 ἐστι J 20 <συναγόμεναι> * 21 οὕτω 21 καὶ οὐ <L)
κατὰ δὲ τὸ ὅμοιον καὶ > ψυχαὶ <αἱ> γεννηῃθεῖσαι οὐ συνάπτονται εἰς μίαν συναλοιφήν, μὴ γένοιτο, ἀλλ’ εἰς τὰς τοῦ θεοῦ μονὰς τὰς γεγραμμένας ὅτι πολλαὶ μοναὶ παρὰ τῷ πατρί«· οὐκ εἰς ἴνα δὲ βουνὸν γινόμεναι, ἀλλ᾿ ἑκάστου ἰδιαζόντως ἀριθμουμένου.
οὐδὲ ἐν τῷ λέγειν γεγεννηκέναι τὸν θεὸν τὸν μονογενῆ αὐτοῦ υἱὸν πάθος αὐτῷ προσάπτομεν κατὰ τὴν ἐκείνων κακὴν βλασφημίαν. πᾶς γὰρ γεννῶν ἐμπαθῶς κάμνει καὶ οὐ χρὴ οὔτε κτίσμα λέγειν οὔτε γέννημα κατὰ τὸν ἐκείνων λόγον, ἴνα μὴ δῶμεν θεὸν κάμνοντα ἢ πάσχοντα. πόθεν οὖν εὕρομεν τὸν υἱὸν ἢ διὰ τί ὄνομα υἱοῦ ἔχει;
οὑτοι δὲ συλλογισμοὶ ἀνθρώπων καὶ ἀπὸ γηΐνων φρονημάτων ὁρμώμενοι. τὰ γὰρ ἡμῶν πάθη τῶν ἀνθρώπων εἰς θεὸν ἀθέμιτόν ἐστι λογίζεσθαι, σαφῶς τοῦ θεοῦ λέγοντος οὐχ ὡς αἱ διάνοιαι ὑμῶν ἡ διάνοιά μου« καὶ πάλιν οὐχ ὡς ἄνθρωπος, οὕτω καὶ θεός«.
[*](Ρ 53)49. Τοίνυν παυσάσθωσαν ἀπὸ τῆς βλασφημίας καὶ μαθέτωσαν παρὰ τοῦ παρτρὸς τοῦ λέγοντος »οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα«· πάλιν <δὲ> ὡς ἐπὶ μελλόντων λέγει σὺ γὰρ υἱός μου ὁ ἀγαπητός, ὃν ἐξελεξάμην«, καὶ τότε ἐν τοῖς ᾄσμασιν »ἐκλελοχισμένος ἀπὸ μυριάδων«. πόθεν οὖν ἐκλογὴ γίνεται λεγέτωσαν.
νομίζουσι γὰρ οἱ ληρώδεις ἐν τῷ εἰπεῖν‘ ἐξελεξάμην‘ κατὰ χάριν αὐτὸν υἱὸν καλεῖσθαι καὶ οὐ κατὰ φύσιν. δειξάτωσαν τίς αὐτῷ ὅμοιος, ἵνα τοὺς πάντας δοκιμάσας ἐκεῖνον ἐκλέξηται.
εἰ γὰρ υἱός ἐστι μονογενής, οὐκ ἔστι τις ἴσος αὐτοῦ οὔτε ἀντιπαράθετος, ὅμοιος ὢν τῷ υἱῷ ἐν υἱοῖς θεοῦ«. τούτους γὰρ οἶδε κατὰ χάριν, ἐκείνῳ δὲ μὴ δυνάμενόν τινα ἐξισοῦσθαι τῷ εἶναι αὐτὸν φυσικῶς υἱόν.