Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

47. Ἵνα δὲ τούτους πείσωμεν τοὺς ταῦτα νοοῦντας, οὐχ ὅμοια μὲν φάσκοντες, ἀφ' ὁμοίων δὲ τὴν αὐτῶν ἀποστρέφοντες κακὴν ἀπολογίαν εἴπωμεν· κτίσμα ἐστὶ τὸ] ἀπείρως καὶ μυριονταπλοασίως τοῦ αὐτοῦ δεσπότου ἀποδέον.

καὶ πολλοί τινες ἐν ἐρήμῳ ἐνδεόμενοι [*](6–25 vgl. Panarion h. 69, 36 — 21 Joh. 4, 24 L J) [*](1 πρὸς αὐτὸν Λ·αὶ] αὐτοῦ καὶ πρὸς? * 2 ἐδρέωμα hinter πίστεως J 3 > * 4 ὅτι *] ὁ L J 6 <εἰ> * 8 πεπληρωμένον J 9 > * | θύρα + οἶ J 11 <δὲ> * 12 ὁ < L 13 περιτίθεις J 14 (zweimal geschrieben) LJ 15 ἀπορρύει L ἀπορροίη J | <πάσχει> * 16 J < 19 κἂν] ἐὰν? * | ὁμολογεῖ 3 | πιστεύει L 20 * etwa <πνευματικῶς δέ·> * 22 <συ>στολὴν Pet. 23 οὔτε J | ὁ < L ein Buchstabe, wohl σ ausradiert L | ὅμοια + τῷ θεῷ L 27 τὴν] τῶν J 28 ἐστὶ] ἐπὶ L | τὸ] *)

57
πυρός, γεμίσαντες ὕδωρ έν ἄγγει ὑελίνῳ καὶ ὕλην προσενέγκαντες εὐθυφλόγιστον, ἐκ λίνου ἢ ἐκ στυπείου πεποιημένην, ἵστανται ἀντικρὺ τοῦ ἡλίου τῆς μαρμαρυγῆς ἀπὸ τῆς ὑέλου καταυγαζούσης εἰς τὴν ὑποκειμένην ὕλην καὶ εὐθὺς ἀπὸ τοῦ πυρὸς τοῦ ἡλίου λαμβάνεται καὶ ἐξάπτει τὸ πῦρ. ἀρα τέτμηται ὁ ἤλιος διὰ τῆς μετοχῆς τῆς οὐσίας; ἀρα ἐνέλειψεν; ἀρα μεμείωται; οὐχί, φασίν.

εἰ τοίνυν κτίσμα ὢν οὐκ ἐμειώθη, πόσῳ γε μᾶλλον ὁ ἄπειρος καὶ ἀκατάληπτος καὶ ἄχραντος ὢν θεός, ἐξ ἑαυτοῦ γεννήσας πνεῦμα ὢν θεὸν Λόγον ἄφραστον καὶ ἀκατάληπτον καὶ ἄφθαρτον ἐν ἀφθαρσίᾳ ἐγέννησεν. οὐ διὰ πάθους οὐ διὰ τομῆς οὐ δι' ἐλλείψεως, ἀλλὰ τέλειος τέλειον ἐν τελειότητι.

καὶ ἡ μὲν τοῦ πυρὸς φύσις πολλοὺς λύχνους ἅπτει ἀπὸ ἑνὸς καὶ ὁ πρῶτος ὑπάρχων οὐκ ἐμειώθη· πάλιν δὲ δύναται ἡ αὐτὴ οὐσία ἐκ πολλῶν μερικῶν εἶναι, φημὶ δὲ λύχνων ἢ λαμπάδων.

ἀλλ’ οὐχ οὕτω τὸ θεῖον, μὴ γένοιτο· οὐ πάλιν γὰρ ῆλθεν ὁ Λόγος καὶ συναλοιφὴν τῷ πατρὶ εἰργάσατο, ἀλλ’ ὁ πατὴρ πατήρ ἐστι καὶ ὁ υἱὸς υἱὸς καὶ τὸ ἄγιον πνεῦμα πνεῦμα ἅγιον.