Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

46. Εἶτά φασιν ὅτι <εἰ> γέγραπται περὶ αὐτοῦ ὅτι κτίσμα ἐστίν, ὁμολογεῖν δεῖ καὶ τὸ κτίσμα. ἰδοὺ κἀγὼ κιηγησάμην μέρος τι τῶν χρήσεων τῶν διὰ τῶν ἀυνιγμάτων αὐτοῦ εἰς ἡμᾶς πεπληρωμένων.

εἴπωσιν <δὲ> ἡμῖν ἐν τῷ λέγειν αὐτὸν δτίσμα τί χρησιμεύει; θύρα εἰκότως εἴρηται τροπικῶς, ἵνα γένηται εἴσοδος ἡμῶν καὶ ὠφέλεια. καὶ ὁδός, ἵνα δι' αὐτοῦ βαδίζοντες μὴ πλανηθῶμεν· κτίσμα <δὲ>

τί ἠμῖν γίνεται; τί ἡμᾶς ὠφελεῖ; ναί, φησὶν ὁ κενόδοξος φιλονεικῶν· εἰ μὴ γὰρ αὐτὸν εἴκῃς κτίσμα, τῷ πατρὶ πάθος περιτίθης. πᾶς γὰρ γεννῶν πάθει περιβέβληται· ἢ γὰρ συστέλλεται ἢ πλατύνεται ἢ ἁπλοῦται ἢ ἀπορρέει ἢ ὀγκοῦται ἤ τι· τῶν τοιούτων <πάσχει> .

φεῦ γε καὶ τῆς τοιαύτης διανοίας πονηρᾶς οὔσης καὶ οὐκ ἀληθεστάτης. τίς ταῦτα περὶ θεοῦ διανοηθήσεται; ποία δὲ ὑπόνοια τοιαῦτα τολμήσει; δηλονότι οὐδεὶς οὐδὲ τῶν δαμόνων τοιοῦτόν τι διανοηθήσεται.

κἄν τις ὁμολγῇ τὸν πατέρα, πιστεύει αὐτὸν τὸν υἱὸν ἐν ἀληθείᾳ γεγεννηκέναι. * οὐ γὰρ ὄγκοις περιφέρεται τὸ θεῖον οὐδὲ σῶμά ἐστιν ἔγκυον, ἵνα ὑπομείνῃ τὰ προειρημένα.

»πνεῦμα γὰρ ὁ θεός«, πνεῦμα δὲ ῥύσιν οὐχ ὑφίσταται οὐ τομὴν οὐ <δυ>στολὴν οὐ μείωσιν ἅπλωσιν οὐδέ τι τῶν τοιούτων. καθὸ τοίνυν ὁ πατὴρ πνεῦμά ἐστι, τὸν υἱὸν θεὸν Λόγον γεγέννηκε πνευματικῶς ἀχρόνως ἀκαταλήπτως καὶ ἀνάρχως.