Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ἐν τούτῳ γὰρ καὶ τὸ † ἀποκτιζόμενον πληροῦται, ὥς φησι Πέτρος »θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πενύματι« καὶ πάλιν Χριστοῦ οὖν ὑπὲρ ἡμῶν παθόντος σαρκί« καὶ πάλιν »ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα«, ὥς φησι Παῦλος.

καὶ αὐτὸς ὁ σωτὴρ ἔλεγεν ἐν τῷ εὐαγγελίῶ νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός‘, ἵνα δείξῃ τὸ πάθος ἀπὸ τῆς ἀνθρωπότητος καὶ > κατωτέρω, αὐτὸν δὲ εἶναι ωυσικὸν υἱὸν τοῦ πατρὸς ἀπὸ τῶν ἄνωθεν.

συνᾴδει δὲ καὶ τούτῳ τῷ λόγῳ Παῦλος ὁ ἅγιος ἀπόστολος φάσκων »εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ [*](3 vgl. Prov. 16, 7 — Joh. 1, 14 — 11 Prov. 8, 22 — 17 Act. 2, 36 — 22 I Petr. 3, 18 — I Petr. 4, 1 — 23 Rom. 9, 5 — 25 Joh. S, 40 — 29 I Tim. 2, 5 L J) [*](ὅτι *] τὸ L J 4 τε] δὲ L 6 ἐπὶ τὴν γῆν, ἐπεὶ] ἀπὸ τοῦ ἀεὶ L 8 ἐνεγέννησεν *] ἐγγενήσειεν J ἐγέννησεν L 10 καὶ < J 11 ἐκτίσατο 12 καναΐ J 13 δὲ] ? * 13 f γενομένων J καναΐ J 16 f διαγορεύη J 18 Ἰησοῦν] ὄντα J | <τουτέστιν> * 19 σὺν < J | 20 λεγομένην *] λεγόμενον L J 21 † ἀποκτιξόμενον] ἀποκτενόμενον? * 26 ἥν] ἰαὶ J 27 καὶ <τῶν *> κατωτρω] < J | εἶναι] εἰδέναι J 29 Παῦλος φάσκων vertaiischt J)

55
καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χρωτός((, »ὃς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών«.

ὁρᾷς ὡς ἄνθρωπον αὐτὸν ἀπεφήνατο, ἀλλ' οὐ ψιλόν. τὸ γάρ μεσίτης θεοῦ καὶ ἀνθρώπων«, ἐπειδὴ τοῖς ἑκατέροις μεσιτεύει, πρὸς τὸν πατέρα αὐτοῦ θεὸς ὣν φύσει γνήσιος γεγεννημένος, πρὸς δὲ τοὺς ἀνθρώπους ἄνθρωπος φυσικὸς γνήσιος ἐκ Μαρίας δίχα σπέρματος ἀνδρὸς γεγεννημένος. οὕτω γάρ ἐστι μεσίτης θεοῦ καὶ ἀνρρώπων, θεὸς ὢν καὶ ἄνθρωπος γεγονώς, οὐ τραπεὶς τὴν φύσιν, ἀλλὰ κατὰ ἑκάτερα πρὸς τὰ ἀμφότερα μεσιτεύων.

45. Ἀλλὰ καὶ πάλιν ἀμαθάνοντές φασιν· ὁρᾷς ὅτι »οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ«. καὶ οὐδὲ τὴν κλῆσιν οἴδασιν οἱ φιλόνεικοι. οὐ γὰρ εἶπεν· οὐκ ἠθέλησε γενέσθαι ἴσος θεῷ δι' ἀρπαγμοῦ, ἀλλ »οὐχ ἁρπαγμὸν ἠγήσατο τὸ εἶναι ἴσα θεῷ«, τὸ θεὸς εἶναι φύσει, ὅτι ἠν.