Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

καὶ οὐκ οἴδαμεν ὄντως τὸν παροι- [*](1 Hebr. 3, 1 — –11 vgl. Panarion h. 69, 39 — — S. 55,9 vgl. Panarion h. 69, 20 ff — 12 Prov. 8, 22 — 17 Matth. 13, 31 — 26 Luk. 15, 8 — 28 Matth. 13, 47 — Matth. 13, 24 L J 1 οὐκ ἄλλοθεν < L | πρὸς Com.] πρὸ L J 2 <φησιν> * 5 παρὰ] 9 οὖν J 12 φησί J 14 παροιμία J | καλοῦνται L 21 ἐστὶ < L 26 + <τῇ δυνάμενι>? *, nach Ζ. 30 u. Pan. h. 69, 21, 3 27 δραγμὰς L | ἀπολέσασα J | λύχνους L 29 * <ὁμοιοῦται ἡ βασιλεία τῶν οὐρανῶν> <λέγεται> *)

53
μιαστὴν Σολομῶντα, εἰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ εἴρηκε τοῦτον τὸν λόγον. ἔστι γὰρ σοφία καὶ σοφία.

οἶδεν οὖν ὁ ἀπόστολος λέγειν »οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τοῦ θεοῦ τὸν θεόν« καί »ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου« καὶ πάλιν λέγει »οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν δυνάμει θεοῦς«, καὶ οἶδε Σολομὼν καλεῖν σοφίαν λέγων »ἠράσθην τοῦ κάλλους αὐτῆς καὶ νύμφην ἠγαγόμην ἐμαυτῷ‘, καὶ Ἰὼβ οἶδε σοφίαν καί φησιν »ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς φρονησεως;« καί σοφία τοῦ πένητός έστιν ἐξουδεινωμένη« καί »αὐτὸς τῆς σοφίας ἐστὶ διορθωτής‘ καί σοφία πατρὸς ὁ μονογενης«.

43. Τί οὖν λέγομεν; εἰ σοφία πατήρ ἐστι καὶ ὁ υἱὸς δὲ κατὰ τὸν ἐκείνων νοῦν οὐ προῆλθεν ἐξ αὐτοῦ, Λόγος καὶ θεὸς ὤν καὶ σοφία ὤν, ἄρα ὁ πατὴρ λείπεται σοφίας ἐν ἑαυτῷ.

πῶς οὐν »θεῷ μόνῳ σοφῷ ἀοράτῳ« * καὶ ταῦτα πάντα ἐστὶν ἀκατάληπτα καὶ ἄπειρα ἀνθρώποις; ἔδωκεν ὁ θεὸς σοφίαν τῷ Σολομῶντι καὶ ἐνέπλησε σοφίας τὸν Βεσελεὴλ καί »σοφοὶ ἄνθρωποι κρύπτουσιν αἰσχύνην.

καὶ περὶ σοφίας πολλὰ ἔστι λέγειν. ἐκείνη δὲ ἡ σοφία τοῦ πατρὸς μονοειδής ἐστι, μὴ ἔχουσα ἀντιπαράθεσιν ἄλλην.

ὅμως δὲ εἰ καὶ περὶ αὐτῆς ἦν ὁ λόγος ᾀδόμενος, οὔτε συντίθεμαι οὔτε ἀποτάσσομαι, θεῷ δὲ συγχωρῶ τὸ εἰδέναι· βεβιασμένως Τε ὁρῶ ἀντιπαράθετα τὰ λεγόμενα. »ἔκτισε, γάρ φησιν »ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«.