Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

42. Ἀλλά, φασί, γέγραπται κύριος ἔκτισέ με ἀρχην ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘. καὶ πρῶτα μὲν ἀγνοοῦσιν οἱ κενόδοξοι τὸ ὄνομα τῆς βίβλου. ἡ γὰρ βίβλος παροιμίαι καλεῖται Σολομῶντος. πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταυτόν ἐστι τῇ τοῦ λόγου δυνάμει.

ἰδοὺ γὰρ ἐν παραβολαῖς ἐλάλησεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁρῶμεν τὰς παραβολὰς οὐχ οὕτως ἐχούσας πρὸς τὴν ὑπόθεσιν ἡμῶν.

ὁμοία γάρ ἐστι« φησίν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως«· καὶ εἰ κατὰ τὸν ἡμέτερον νοῦν θελήσομεν διανοήσασθαι τὸ ἀπὸ μέρους, δῆλον ὅτι βασιλεία οὐρανῶν εὐρυχωρίας ἐστὶ τόπος.

εἰ ἄρα δεῖ λέγειν τόπον, ἐν ᾑπερ βασιλείᾳ ἐστὶ βασιλεὺς ὁ θεὸς καὶ πατὴρ καὶ ὁ θεὸς Λόγος καὶ υἱὸς τοῦ θεοῦ καὶ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἄγγελοί τε καὶ ἀρχάγγελοι, στρατιαὶ πνευματικαί, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντες δίκαιοι, ποῦ τοίνυν τὰ τοσαῦτα ἐν κόκκῳ σινάπεως χωρηθήσεται; τὸ δὲ τροπικὸν τοῦ λόγου αἰνιγματωδῶς λέγεται. ἄρα οὐ ταυτόν ἐστι τὸ παροιμιαζόμενον.

ἀλλὰ καὶ γυναικὶ ἐχούσῃ δέκα δραχμὰς καὶ ἀπολεσάσῃ μίαν καὶ λύχνον ἁφάσῃ καὶ εὑρούσῃ αὐτήν, ἀλλὰ καὶ σαγήνῃ βληθείσῃ ἐν τῇ θαλάσσῃ, ἀλλὰ καὶ σπόρῳ σπειρομένῶ ἐπὶ ἐπῖ τῆς *. ταῦτα δὲ πάντα αἰνιγματωδῶς <λέγεται> , οὐ ταυτὸν δέ ἐστι τῇ δυνάμει.

καὶ οὐκ οἴδαμεν ὄντως τὸν παροι- [*](1 Hebr. 3, 1 — –11 vgl. Panarion h. 69, 39 — — S. 55,9 vgl. Panarion h. 69, 20 ff — 12 Prov. 8, 22 — 17 Matth. 13, 31 — 26 Luk. 15, 8 — 28 Matth. 13, 47 — Matth. 13, 24 L J 1 οὐκ ἄλλοθεν < L | πρὸς Com.] πρὸ L J 2 <φησιν> * 5 παρὰ] 9 οὖν J 12 φησί J 14 παροιμία J | καλοῦνται L 21 ἐστὶ < L 26 + <τῇ δυνάμενι>? *, nach Ζ. 30 u. Pan. h. 69, 21, 3 27 δραγμὰς L | ἀπολέσασα J | λύχνους L 29 * <ὁμοιοῦται ἡ βασιλεία τῶν οὐρανῶν> <λέγεται> *)

53
μιαστὴν Σολομῶντα, εἰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ εἴρηκε τοῦτον τὸν λόγον. ἔστι γὰρ σοφία καὶ σοφία.

οἶδεν οὖν ὁ ἀπόστολος λέγειν »οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τοῦ θεοῦ τὸν θεόν« καί »ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου« καὶ πάλιν λέγει »οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν δυνάμει θεοῦς«, καὶ οἶδε Σολομὼν καλεῖν σοφίαν λέγων »ἠράσθην τοῦ κάλλους αὐτῆς καὶ νύμφην ἠγαγόμην ἐμαυτῷ‘, καὶ Ἰὼβ οἶδε σοφίαν καί φησιν »ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς φρονησεως;« καί σοφία τοῦ πένητός έστιν ἐξουδεινωμένη« καί »αὐτὸς τῆς σοφίας ἐστὶ διορθωτής‘ καί σοφία πατρὸς ὁ μονογενης«.