Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

μύρον γὰρ ἐκκενωθὲν ἀπὸ ἄγγους εἰς ἄγγος πάντα τὰ ἄγγη μυρίζει καὶ Χριστοῦ ἡ παρουσία ἀπ' οὐρανοῦ ὅλην τὴν γῆν ἡγίσαε, τοὺς αὐτὸν λαμβάνοντας ἐν ἀληθείᾳ.

ὁ ὄρος ὁ] ὤν, ὡς ἐν τῷ Δανιὴλ >, καὶ μέγα ὄρος, »λίθος <δὲ> τεμνόμενος ἄνευ χειρῶν‘ * ἄνευ σπέρματος ἀνδρὸς ὑπαινιττόμενος, τὸ μεῖζον αὖθις μικρὸν εὑρισκόμενον· λίθος <δὲ> πάλιν ἀναλαμβάνων τὸ] μέγεθος καὶ γινόμενος αὖθις ὄρος μέγα καὶ ότι τὸ] ὄρος οὐκ <ὅν ἐν> ἑνὶ τόπῳ, πληρῶν ἅπασαν τὴν οἰκουμένην,

οὑτος ὁ σοφία σοφία καὶ γενόμενος ἄνθρωπος, ἐπεκτείνων ἑαυτοῦ τὴν δύναμιν τῷ κόσμῳ, ἵνα πληρώσῃ τὴν οἰκουμένην χάριτος, »προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾶ«.

ἐπεὶ σοφία [*](1 vgl. Joh. 14, (10, 9) — 3 Joh. 6, 44 — 6 Luk. 2, 52 — 7 vgl. Phil. 2, 7 — 10 Hohel. 1, 3 – 12 ff zu der ümlichen Aneinanderreihung der Örtlichkeiten vgl. die breiteren ührungen in Panarion h. 51, 7 ff u. 25 ff — 23 Dan. 2, 34 — 29 Luk. 2, 52 L J) [*](6 nach σοφίᾳ wolh Lücke ἐὰν ἀκούσῃς ἀληθῶς λέγουσιν ὅτι> * 8 > * | * etwa ἐκένωσε δὲ ἑαυτόν, φησί, οὐχ ὅτι τὴν φύσιν > * 11 <ἐκκενωθῇ> * 12 κυΐσκηται J | vor εἰς Βηθλεὲμ + καὶ 1 7 γεθσιμανὴ L 19 τὴν < L 21 ἡγίασε + <τουτέστιν> ? * 22 ὁ 1 *, vgl. mit οὖτος in Z. 27] < L | ὁ] * | <λέγεται> * 23 > * | * γεννηθεὶς > 25 <δὲ> * | τὸ] * 26 ότι * | τὸ] * | <ὄν ἐν>)

51
ὥν τοῦ πατρὸς καὶ »διδάσκων ἀνθρώπους« λαλεῖν καὶ ἀνθρώποις διαρθρώσας γλῶσσαν καὶ »φυτεύσας τὸ οὐς« τοῖς ἀκούουσι, πῶς οὐκ ᾔδει καλεῖν πατέρα ἢ μητέρα; * »λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας‘ καὶ τὰ ἑξῆς;

ἀλλ' ἐπειδή, γεννηθεὶς ἀπὸ κοιλίας εὐθὺς λαλῶν εἰ ἐδείκνυτο καὶ καθαρῶς οἷα δὴ ἀρτίπαις ἐφθέγγετο, φαντασία ἂν ἐνομίσθη καὶ οὐκ ἀληθὴς <ἀλλ᾿ > ἢ μᾶλλον δόκησις ἡ ἔνσαρκος αὐτοῦ κύησις, διά τοι τοῦτο ὑπομένει τὸ ὀλίγον τῆς ἠλικίας, ἵνα μὴ ἀφανίσῃ τὸ ἀληθὲς τῆς ἀκολουθίας.

41. Ἑτέρας δὲ πάλιν θηρῶνται * ματαίας ὑπολήψεις Παραπλέκοντες τοῖς θείοις λόγοις καὶ ἐναντίως διανοοῦνται καί φασιν· πῶς οὐν γέγραπται Λέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν πιστὸν ὅντα τῷ ποιήσαντι αὐτόν‘ καί »γνωστὸν ὑμῖν ἔστω πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν, ὅν ὑμεῖς ἐσταυρώσατε, κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε«.

καὶ θαῦμά μοι μέγα ἐπέρχεται πῶς οἱ τῶν ἀκολουθιῶν ἐφαπτόμενοι τὴν ἐν αὐταῖς φραζομένην δύναμιν ἀγνοοῦσι. τὸ γὰρ εἰπεῖν »δέξασθε τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν« οὐ περὶ τῆς θεότητος εἴρηται.

ὁ θεὸς γὰρ ἦλθε * καὶ εἰς πάντα ἡμῖν σαφηνίζουσιν αἱ θεῖαι γραφαί. οὐδὲν γὰρ ἐν αὐταῖς ἐστὶ σκολιὸν ἢ στραγγαλιῶδες, πάντα δὲ ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.

»λάβετε« γάρ φησι Μίαν καὶ μὴ ἀργύριον«· ἐὰν γὰρ μή τις λάβῃ παιδείαν παρὰ θεοῦ τουτέστι τὴν πίστιν τῆς ἀληθείας, σκολιὰ αὐτῷ πάντα καὶ διεστραμμένα, τοῖς δὲ συνιοῦσιν ὀρθῶς καὶ εὑρίσκουσι γνῶσιν ὀρθὰ πάντα καὶ ἀδιάβλητα.

ἵνα δὲ αὐτοὺς ἐλέγξῃ, ὁ ἀπόστολός φησι· »πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος τὰ <πρὸς θεὸν> ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρα καὶ θυσίας( . .