Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

καί »τίς μου ἥψατο;« φησίν, οὐχ ὅτι οὐκ ᾔδει τίς αὐτοῦ ἤψατο ἀλλ᾿ ἵνα μὴ εἴπῃ δι᾿ ἑαυτοῦ τὸ γενόμενον θαῦμα, ἀλλ᾿ ὅπως ἐπείνη ἀκούσασα προσελθοῦσα εἴπῃ τὴν εἰς αὐτὴν γενομένην χάριν καὶ ὁμολογήσασα ἀκούσῃ· »ἡ πίστις σου σέσωκέ σε«, ὅπως προτρέψηται καὶ ἄλλους πιστεύειν, ἵνα ἰαθῶσι.

»τίνα με« φησί »λέγουσιν εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;« ὡς καὶ ἐν τῇ παλαιᾷ ἀπὸ προσώπου τοῦ πατρὸς λέγει »Ἀδάμ, ποῦ εἶ;« ᾔδει δὲ αὐτὸν ποῦ ἐστιν· διὸ καὶ ἐλέγχει αὐτὸν μετέπειτα λέγων »ἐκ τοῦ ξύλου ἔφγες«.

καὶ τῷ Κάϊν »ποῦ Ἄβελ ὁ ἀδελφός σου;« καὶ οὐκ ἀγνοῶν ἠρώτα. λέγει γὰρ »ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. ἰδοὺ γὰρ τὸ αἷμα αὐτοῦ βοᾷ πρός με«. οὐκ ἠγνόει τοίνυ ὁ λέγων ὅτι τὸ αἷμα βοᾷ, ἀλλ᾿ ὅπως δῷ αὐτῷ πόπον μετανοίας εἰς ἀπολογίαν, διὰ τοῦτο ἠρώτα.

[*](3 Joh. 5, 17 — 4 Joh. 11, 34 — 6 Joh. 11, 11 — 11 Joh. 11, 39 — 13 vgl. Joh. 11, 35 — 15 Mark. 5, 30 Luk. 8, 45 — 18 Mark. 5, 34 Luk. 8, 48 — 19 Matth. 16, 13 — 21 Gen. 3, 9 — 22 Gen. 3, 11 — 23 — 23 Gen. 4, 9 — 24f Gen. 4, 11 — 26 f vgl. Hebr. 12, 17 LJ arm. (bis Z. 11 φιλανθρωπίαν; zwischen ἐργάζομαι u. ποῦ τεθείκατε Z. 4 ist ein Stüchk aus Ancoratus c. 108, 3f eingeschoben))[*](3 ἕως ἄρτι < arm. 4 vor ποῦ + denn der, welcher sagte zu den Marthaleuten (τοῖς περὶ τὴν Μάρθαν) arm. | vor ἠρώα + war nahe beim Grabe arm. 5 — 6 πρὸ δὲ τοῦ ἐλθεῖν — κεκοίμηται < arm. 6 ὑμῶν L 7 ἀπὸ τοσούτων — τοῦ τόπου] aus der Gegend der Galiäer aus der Ferne arm. | vor γνοὺς + aus sich selbst arm. 8 οὔκουν < arm. 9 ἐπεὶ *] καὶ LJ 10 ἐνδείξηται + ἡμῖν ar. 17 εἴποι J 26 δοὺς J)
49

39. Στρέφονται δὲ πάλιν εἰς τὴν τῆς ἀμαθίας φιλονεικίαν καί φασιν αὐτοῦ τοῦ υἱοῦ εἶναι ταύτας τὰς φωνὰς ἐν τῇ παλαιᾷ. εὐθὺς δὲ ἐλέγχεται αὐτῶν τὸ ἐπιτήδευμα. ὁ γὰρ εἰπὼν τῷ Μωυσῇ »τί τοῦτο τὸ ἐν τῇ χειρί σου;« αὐτὸς ἔλεγεν »ἐγώ εἰμι ὁ ὤν‘.

καί φησιν ὁ κύριος τοῖς Σαδδουκαίοις περὶ ἀναστάσεως διηγούμενος ὅτι δὲ ἐγείρονται οἱ νεκροί, εἶπεν ὁ θεός· ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ. θεὸς οὖν ἐστι ζώντων καὶ οὐ νεκρῶν«.

καὶ πάλιν πολλὰ ἔστι δεῖξαι ὅτι ἐκ προσώπου τοῦ πατρός έστιν ἐν τῇ παλαιᾷ διαθήκῃ εἱρημένα· ἀλλὰ καὶ ἐκ προσώπου τοῦ υἱοῦ πολλάκις καὶ ἐκ προσώπου πάλιν τοῦ ἁγίου πνεύματος.