Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

36. Εἰ τοίνυν ψυχὴν εἴληφε καὶ σῶμα, καθάπερ ἀποδέδεικται, ἄρα οὐχ ἡ θεότης ἠν ἠλαττωμένη τῆς τοῦ πατρὸς οὐσίας, εἴσω παθῶν περιεχομένη , ὅπως διψήσῃ καὶ κοπιάσῃ καὶ πεινάσῃ καὶ ὅσαπερ τῷ ἀνθρώπῳ εἰσὶ χρειώδη.

καὶ ὅτι > »οὐ κοπιάσει οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ«, κεκοπιακὼς δὲ ὁ σωτὴρ [*](1 f Jes. 42, 1 (verbunden mit Matth. 3, 17) — 7 Job. 12, 27 — Job. 10, 18 — 14 Joh. 1, 14 — 16 Gen. 2, 7 — 30 f Jes. 40, 28 L J) [*](2 ηὐδόκησα J 4 περὶ τοῦ πατρός *] περὶ τὸν πατέρα L J 7 > Ausgg. 8 μου < L 9 αὐτῶν *] αὐτοῦ L J 10 * etwa <ἀλλ᾿ > * 12 τολμητέον ἐστὶν sc. εἰπεῖν ὅτι ψυχὴν ἔχει * 13 περὶ J | εἴτουν Pet.] εἰ τοίνυν LJ 19 αὐτῶν L 22 παρὰ τοῦτο + <οὖν> ? * 26 τὴν] τὸ ? * Ι EV ἐστι] ἔνεστι lies wohl ἔστιν εὔδηλον * 30 <ὁ θεὸς> *)

46
εὑρίσκεται, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἄνωθεν κατελθὼν ὁ Λόγος. οὐ γὰρ ἄνω κεκοπίακεν, ἀλλ’ ἐν σαρκί. ἴδει γὰρ τὴν σάρκα κοπιάσαι, ἴνα μὴ δοκήσει νομίζηται, ἀλλ’ ἀληθείᾳ·

καὶ τὰ ἄλλα ὄσαπερ τοιαύτην ἔχει δύναμιν, τὸ νυστάξαι τὸ ὑπνῶσαι, ἀνθρώπου ἐστὶν ὑποφαντικὰ καὶ τὸ ὑπὸ ἁφὴν *. ἔλαβε γὰρ ταῦτα καὶ ᾶνθρωπος εὑρέθη. εὑρήκαμεν, γάρ <φησιν> , Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς«.

οἱ δὲ εὑρόντες αὐτὸν * διὰ τῆς ἀκαταλήπτου φύσεως, * τουτέστι τῆς ἐνσάρκου. ἐπειδὴ γὰρ ἐπὶ τῇ ἀκαταληψίᾳ οὐχ ηὐρίσκετο, διὰ τοῦτο ὑπὸ γραμματέων συλλαμβάνεται καὶ τὸν νῶτον αὐτοῦ ἔδωκεν εἰς μάστιγας καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἀπέ<σ>τρεψεν ἀπὸ ἐμπτυσμάτων‘ , ἔκλαυσε καὶ ὄσαπερ ἄλλα περὶ αὐτοῦ ᾄδεται.

τίς δὲ ἠδύνατο τὸν θεὸν Λόγον ἐν οὐρανῷ μαστίζειν ἢ ῥαπίζειν ἢ καταπτύειν τοῦ τοιούτου ἀφράστου καὶ ἀκαταλήπτου; εἰ δὲ ταῦτα πέπονθεν ὁ ἀπαθὴς τοῦ θεοῦ Λόγος, ἄρα τὸ πάθος σωματικόν ἐστιν, ἐκτὸς τῆς αὐτοῦ ἀπαθείας καὶ οὐκ ἐκτὸς πάλιν διὰ τὸ εὐδοκῆσαι·

καίτοι γε μὴ πάσχοντος αὐτοῦ εἰς ἑαυτὸν τὸ πάθος λελόγισται. καὶ καθάπερ ἐν ἱματίῳ σπῖλος τὸ σῶμα τοῦ φοροῦντος οὐ φθάνει, ὁ δὲ σπῖλος τοῦ ἱματίου εἰς τὸν φοροῦντα λογίζεται, οὕτως ὁ θεὸς πέπονθεν ἐν τῇ σαρκί, τῆς θεότητος αὐτοῦ μηδὲν παθούσης. εἰς δὲ τὴν θεότητα τὸ πάθος τῆς σαρκὸς ὑπὸ τῆς θεότητος φορουμένης ἐλογίσθη, ἵνα ἐν τῇ θεότητι ἡμῖν ἡ σωτηρία γένηται.