Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

33. Τὸ δὲ »γενόμενος ἐκ γυναικός«, καθάπερ ἄνω μοι προδεδήλωται, ἵνα ἐν τῷ ἀπὸ γυναικὸς τὸ γενόμενος <σὰρξ> ὁ δὲ Λόγος ἀίδιος πᾶσι σαφῶς ἀποφανθῇ. εἰ δὲ καὶ τὸ οὐ διψήσει« περὶ θεοῦ λόγος, περὶ δὲ vlov, ὅτι ἐπείνασε καὶ ἐδίψησεν, ἀναγκαῖον ἡμῖν τοῦτο ᾠκονόμηται.

πῶς γὰρ εὑρίσκετο ἡ οἰκονομία ἐν ἀληθείᾳ οὐσα, εἰ μὴ εἶχε τὴν ενανθρωπήσεως χρειώδη συνήθειαν; ἐν τούτῳ ἀπέδειξεν ἡμῖν πάντων τῶν ζητημάτων τῶν αἱρετικῶν τὰς λύσεις.

εὐθὺς γὰρ ἔλυσεν ὑπόνοιαν Μανιχαίων· ἐν τῷ γὰρ εἰπεῖν ἐσθίειν καὶ πίνειν σάρκα ἀληθρινὴν ὑποδείκνυσιν. ἔλυσε Λουκιανιστῶν τὸν τρόπον καὶ Ἀρείου τὴν δύναμιν·

Λουκιανὸς γὰρ καὶ πάντες Λουκιανισταὶ ἀρνοῦνται τὸν υἱὸν τοῦ θεοῦ ψυχὴν εἰληφέναι, σάρκα δὲ μόνον φασὶν ἐσχηκέναι, ἵνα δῆθεν προσάψωσι τῷ θεῷ Λόγῳ ἀνθρώπινον πάθος, δίψαν καὶ πεῖναν καὶ κάματον καὶ κλαυθμὸν καὶ λύπην καὶ ταραχὴν καὶ ὅσαπερ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ἐμφέρεται. εὔηθες δ’ ἂν εἴη ταῦτα εἰς τὴν θεότητα τοῦ υἱοῦ τοῦ θεοῦ λογίζεσθαι.

ἀλλά, φασί, σὰρξ καθ' ἑαυτὴν οὖσα οὔτε ἐσθίει οὔτε πίνει οὔτε κάμνει οὔτε <τὰ> ἄλλα πράττει. καὶ αὐτὸς σύμφημι καθ’ ἑαυτὴν μὴ ἔχειν ταῦτα.

ἔσχε δὲ πᾶσαν τὴν οἰκονομίαν ἐλθὼν ὁ Λόγος, καὶ σάρκα καὶ ψυχὴν καὶ ὅσαπέρ ἐστιν ἐν ἀνθρώπῳ· τῆς δὲ ψυχῆς καὶ τῆς σαρκὸς ἦν μέρη ἡ πεῖνα καὶ ὁ κάματος, ἥ τε δίψα καὶ ἡ λύπη καὶ τὰ ἄλλα.

δακρύει μὲν γάρ, ἵνα ἐλέγξῃ τὴν πλάνην Μανιχαίου, ὅτι οὐ δοκήσει ἠμφίεστο τὸ σῶμα, ἀλλ' ἀληθείᾶ· καὶ διψᾷ δέ, ἵνα δείξῃ μὴ μόνον τὴν σάρκα ἔχειν, ἀλλὰ καὶ τὴν ψυχήν. οὐ [*](1 f Jes. 7, 14 — 5 Jes. 7, 14 — 10 Gal. 4, 4; vgl. S.39, 14 — 12 Jes. 40, 28; vgl. oben c. 31; S. 39, 31 ff — 13 Matth. 4, 2 Luk. 4, 2 — 17 vgl. Acta Archelai 8, 4; S. 12, 10 ff Beeson = Panarion h. 66, 26, 5 — 10 vgl. Panarion h. 69, 19, 7 u. ebenda 48, 1 ff L J) [*](6 καὶ οὐκ] οὐ γὰρ J | καὶ οὐκ εἶπε καλέσεις (so) a. R. v. 1. Hd. nachgetragen L 7 ποτὲ < J 8 λαμβάνων L | καλέσαι L 11 > 13 λόγος) λέγεται? * 14 εὑρίσκεται J 21 δὲ] μὲν J | μόνην L 26 > äß Ζ. 30 ül. 20 ἡ 1 < J)

43
γὰρ ἡ αὐτοῦ θεότης ἐδίψησέ που, <ἀλλὰ τῇ σαρκὶ>καὶ τῇ ἐδίψησε καὶ κεκοπίακεν ἀπὸ τῆς ὁδοιπορίας διὰ τὴν τῆς σαρκὸς καὶ ψυχῆς ἀκολουθίαν.