Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

32. Ἀλλ' ἵνα μὴ τὰς Μυρίας, ἂς παρηγάγομεν ὡς ἀπὸ προσώπου τῶν δι' ἐναντίας πρὸς τὴν ἀλήθειαν ἀντιλεγομένας ἐκ θείων γραφῶν συνάξαντες, κακῶς δὲ ὑπ' αὐτῶν νοουμένας, οὕτως ἐάσωμεν ἀνερμηνεύτους, ἑάστης λέξω τὴν θεωρίαν τῆς ἐν αὐτῇ δυνάμεως, δι' ἣν αἰτίαν ὡς ἀνθρωποπαθῶς εἴρηται·

καὶ αὖθις πάλιν ἐροῦμεν, πολλὰ <ἥδη> εἰς τὸ θεός μου καὶ θεὸς ὑμῶν εἰρηκότες, ὡς ἔχει † τὸν νοῦν ἔχοντι γνῶναι ἀπ' αὐτῆς τῆς ἀκολουθέας ἐυλόγως εἰρῆσθαι.

»ἄνθρωπος γάρ ἐστι, καὶ τίς γνώσεται αὐτόν;‘ ἐν ταὐτῷ τὰ δύο ὑποφαίνει τὸ θεῖον γράμμα, ὁρατόν τε καὶ ἀόρατον, διὰ μὲν τὸ ὁρατὸν εὐλόπγως τὸ θεός μου εἰρῆσθαι, διὰ δὲ τὸ ἀόρατον <τὸ> μου λελέχθαι, μὴ ἀντιλεγομένης οὐθ' ὁποτέρας ποιήσεως τῷ λόγῳ.

πῶς γάρ, εἰ ἦν ἄνθρωπος, οὐκ ἐγινώσκετο; εἰ δὲ οὐκ ἦν ἄνθρωπος, πῶς ἄνθρωπος ἐλέγετο;

πάντως γὰρ πᾶς τις ὁ ἐξ ἀνθρώπων γενόμενος ὑπὸ ὑπὸ ἀνθρώπων ἀπὸ τῆς γεννησάσης ἀπὸ τῶν συγγενῶν ἀπὸ τῶν οἰκείων ἀπὸ τῶν γειτόνων ἀπὸ τῶν συσκήνων ἢ συμπολιτῶν.

καὶ ἀδύνατον τοῦτο πληροῦσθαι εἰς ἄνθρωπον ψιλόν· πληροῦται δὲ ἐν τῷ θεῷ Λόγῳ καὶ υἱῷ θεοῦ. ἐν τῷ εἰπεῖν »ἄνθρωπός ἐστιν‘, > ἐν ἀληθείᾳ <καὶ τό> δὲ γνώσεται αὐτόν;‘ « ὅτι θεός ἐστι· διότι συμμετέχει ἀνθρώπ0οις καὶ θεός ἐστιν ἄγνωστος ἀνθρώποις διὰ τὸ ἀκατάληπτον.

ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ δίχα σπέρματος σπέρματος ἀνδρὸς γεγεννημένος· καὶ ἡ παρθένος, <φησί> , τὸ γὰρ μέλλον πρὸ τοῦ χρόνου ἐκήρυττεν ὁ προφήτης) ἐν γαστρὶ ἕξει καὶ τὸ] τέξεται υἱόν«.

εἰ τοίνυν παρθένος, οὐκ ἐξ ἀνδρῶν ἡ οἰκονομία τῆς κυήσεως διὰ τὸ πρὸ τούτου τοῦ χρόνου εἰρῆσθαι τῷ Ἄχαζ »αἴτησαι σεαυτῷ σημεῖον εἰς βάθος ἢ εἰς ὕψος‘· ὁ δὲ ταπεινοφρονῶν »οὐ μὴ αἰτήσω οὐδ' οὐ μὴ πειράσω κύριον τὸν θεόν μου« φησί, παραιτησά- [*](8 Joh. 20, 17 — 10 Jerem. 17, 9 — – S. 42, 9 vgl. Panarion h. 30, 20 u. h. 54, 4 — 23 Jes. 7, 14 — 26 Jes. 7, 11 — 28 Jes. 7, 12 L J) [*](3 παρήγαγεν L 4 τῶν] τοῦ J 6 λέξω] lies wohl λέξεως u. setze hinter δυνάμεως <δείξομεν> ein *, δείξω ül. 7 καὶ < L 8 003E; * Ι ἔχῃ L † lies etwa: ὡς ἔχει > τὸ τὸν νοῦν ἔχοντα <δύνασθαι> γνῶναι 9 ἀπ' *] ἐπ’ L J | ἀλόγως L 12 <τὸ> * 13 ὁπωτέρας L 18 ἢ] καὶ L 20 ὅτιἄνθρωπός ἄνθρωπός ἐστιν> * | <καὶ τό> * 21 hinter συμμετέχει + καὶ J | ἀνθρώποις*] ἄνθρωπος LJ Ι ἐστιν < L 23 > * 24 πρὸ *] ἐκ LJ 1 προφήτης noch einmal wiederholt ἡ παρθένος ἐν γαστρὶ ἔζει· μέλλον γὰρ J 25 τὸ] *)

42
μενος τὸ αἰτήσασθαι σημεῖον.

εὐθὺς δὲ διὰ τὸ μὴ αἰτήσασθαι αὐτὸν σημεῖον δύο χαρίζεται ὁ τὰ μεγάλα δωρούμενος ἀνθρώποις θεὸς δῶρα, ἀπὸ ὕψους τὸν Λόγον ἰδίᾳ θελἡσει καὶ αὐτοῦ τοῦ Λόγου ἰδίᾳ θελήσει πέμψας, ἀπὸ βάθους δὲ τὴν σάρκα εὐδοκίᾳ ἰδίᾳ σὺν αὐτῶ̣ τῷ Λόγῳ οἰκονομήσας.

φησὶ γὰρ ὕστερον καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ«. καὶ οὐκ εἶπε καλέσω, ἀλλὰ καλέσουσιν· ἀνθρώποις μὲν γὰρ ἀπεκαλύπτετο θεὸς ὁ ποτὲ παρ’ αὐτοῖς ἀγνοηθείς. λλ΄ ου΄ προσφάτως λαμβάνει τὸ ὄνομα· οὐ γὰρ εἶπε »καλέσω τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ«, ἀλλὰ καλέσουσι.