Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

τὸ πρῶτον μέν »ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν«, ἐπειδὴ πολλοὶ ἑαυτοὺς δοξάζουσιν καὶ μαρτυροῦσι περὶ ἑαυτῶν , ἴνα ἐκκόψῃ τῶν καυχωμένων τὴν καύχησιν καὶ τῶν ἑαυτοὺς συνιστώντων.

ἐπὰν δὲ εἴπῃ »κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι«, δείκνυσιν ὅτι οὐχ ἀνθρώπου αὐτοῦ ἠ μαρτυρία, ἀλλὰ θεός έστιν ἀληθεύων <ἐν> τῇ αὐτοῦ ἀληθινὸς τοίνυν θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱός, ἀληθινὸν τὸ πνεῦμα τὸ ἅγιον, »πνεῦμα θεοῦ« ὂν καὶ πνεῦμα ἀληθείας«, τριὰς ἐν ἐνὶ ὀνόματι ἀριθμουμένη.

περὶ γὰρ τοῦ πατρὸς αὐτὸς ὁ υἱὸς λέγει »ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν«, ἀξιόπιστος δὲ μάρτυς <περὶ τοῦ υἱοῦ> ὁ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀναπεσὼν μονογενῆ αὐτὸν φάσκων. οὐ προσέθετο δὲ τῷ μονογενεῖ θεῷ τὸ θεὸς ἀληθινός, ἀλλὰ περὶ πατρὸς γέγραπται, <ὄτι> ἀληθινὸς θεός, περὶ υἱοῦ δέ,. μονογενὴς θεός. τὸ δὲ <ἀνά>παλιν περὶ πατρός, ὅτι »φῶς ὁ περὶ δὲ υἱοῦ, ὅτι »ἦν τὸ φῶς τὸ ἀληθινόν«.

4. Καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν. ἔστι μὲν γὰρ ὁ πατὴρ φῶς, καὶ οὐ πρόσκειται τῷ περὶ πατρὸς φῶς ἀληθινόν· ἐπὶ δὲ τῷ περὶ υἱοῦ εἶπε φῶς ἀληθινὸν καὶ οὐδεὶς τολμᾷ ἄλλως λέγειν.

τίς γὰρ μεμηνὼς ἢ μᾶλλον φρενοβλάβειαν ἑαυτῷ συνάγων τολμήσει [*](1 Joh. 5, 31 — 2 Joh. 8, 14 — 3 Joh. 5, 36 — 4 Joh. 5, 46 — vgl. Joh. 5, 39 — 5 Joh. 5, 31 — 8 Joh. 8, 14 — 12 Rom. 8, 9 — Joh. 14, 17 — 14 Joh. 17, 3 — 15 vgl. Joh. 13, 25 — vgl. Joh. 1,18 — 17 vgl. Joh. 17, 3 — vgl. Joh. 1, 18 — 18 1 Joh. 1, 5 — 19 Joh. 1, 9 — 20 ff vgl. Panarion h. 69, 32 u. h. 62, 8 — 21 I Joh. 1, 5 — 22 Joh. 1, 9) [*](L J V (bis Z. 3 πατήρ) b 11 — 13 Siegel des Glaubens S. 26 Karapet (= arm.)) [*](2 ἐγὼ < V 4 περὶ ἐμοῦ < L J 6 δοξάζουσ|ν ἑαυτοὺς J | δοξασουσ| L ἑαυτοὺς δοξάσουσ| zweimal geschrieben L 8 ἐπὰν] ὅταν L J | εἴπῃ + ὅτ| b | κἂν + τε b 9 ἀνθρωπίνη J 10 > * | ἑαυτοῦ LJ 11 τοίνυν x003C; ann. | ἀληθ|νὸν] tvahrer Gott arm. 13 ὀνόματ| b arm., vgl. Anc. c. 22, 7] πνεύματ| L J 15 περὶ τοῦ > * | τοῦ στήθους b 17 vor πατρὸς + τοῦ b | > ἀληθ|νὸς θεός *] ἀληθ|νοῦ θεοῦ L Jb 18 παλ|ν * 19 vor υἱοῦ + τοῦ b 20 ἐ̓στ|] εἰ b 21 f καὶ οὐ πρόσκε|τα| τὸ φῶς περὶ πατρὸς καὶ φ(ῦς ἀληθ|νὸν καὶ οὐδεὶς τολμᾷ b 23 ἢ μᾶλλον] μᾶλλον x003C; ἢ hinter φρενοβλάβε|αν b 23 f τολμήσει — κτήσασθαι < b)

10
βλασφημίας ὑπόνοιαν ἑαυτῷ κτήσασθαι, μὴ εὑρὼν ἐπὶ τῷ ῥητῶ προσκείμενον τὸ ἀληθινὸν καὶ εἰπών περὶ τοῦ πατρὸς ὅτι οὐκ ἔστιν φῶς ἀληθινόν;

εἰ γὰρ ὁ ἐξ αὐτοῦ γεγεννημένος γνήσιος υἱὸς φῶς ἐστιν ἀληθινόν, ὁ τοῦ υἱοῦ γεννήτωρ ἀναμφιβόλως φῶς ἐστιν ἀληθινόν, αὐτὸς ὁ] γεννήσας αὐτὸν ἀνάρχως καὶ ἀχρόνως φῶς ἀληθινόν.