Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

29. Καὶ μὴ διὰ κακόνοιαν εἴπῆς· ἀλλὰ ὁ πατὴρ εἶπε τῷ υἱῷ ποιήσωμεν‘, ὸ δὲ υἱὸς οὐκ εἶπε τῷ πατρί »ποιήσωμεν« καὶ ὸ υἱὸς οὐ λέγει ὅτι ἐγὼ ἐργάζομαι καὶ ὁ πατήρ μου ἐργάζεται, ἀλλὰ τὸν πατέρα τάττει πρῶτον λέγοντα καὶ ἐργαζόμενον.

τοῦτο γὰρ ἠλιθίως λέγεις καὶ πολλὰς ἀρχὰς θέλεις νοεῖν τὸ θεῖον. μία δέ έστιν ἀρχὴ καὶ ἡ αὐτὴ μία θεότης, οὐδαμοῦ δὲ ἐνταῦθα ὁ υἱὸς λέγει [*](8 Gen. 1, 26 — 14 Joh. 1, 3 — 17 Joli. 5, 17 — 21 vgl. Phil. 2, 6 f L J) [*](2 ἐλέχθητι J 3 καὶ < J 5 τῆς < L Ι τοῦ < L 7 ἐδήλωσε Pet.] ἐδήλω δὲ J x003C;L L 9 τὴν < L 10 κατ’ < L 12 ποιήσομεν vor συνδημιουργὸν > ? * 14 L Ι x003C; 18 > * Ι καλεῖ συνδημιουργὸν L 21 x003C; L 22 ἐκένου] ἐκείνου und. + συνδημιουργὸν ἐκάλει J 23 ὡς < L <ὡς> * 25 διὰ x003C; L | ὁ < L 27 ἀλλὰ < L ἐν τῷ θεῷ J; der Sinn von ἐνταῦθα ergibt sich aus dem Folgenden, vgl. insbesondere S. 39, 9 ff)

38
»θεός μου«. οὐκ ἀρνούμενος δὲ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα τιμὴν λέγω, ἀλλὰ πῶςἴχει ἡ τῆς θεότητος ἀκολουθία.

καὶ πάλιν »ἤκουσεν Αδάμ« φησί » τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλιινόν«· καὶ οὐδαμοῦ φησιν ὁ υἱὸς θεόν μου καὶ θεὸν ὑμῶν , ἀλλὰ θεὸν αὐτοτελῆ ἐνταῦθα λέγει.

καὶ πάλιν καὶ ἐλάλησεν ὁ θεὸς τῷ Νῶε« καὶ οὐδαμοῦ ἐμφέρεται ἡ τοιαύτη λέξις.

»καὶ ὤφθη« «φησίν ὁ θεὸς τῷ Ἀβραάμ, καθερομένου αὐτοῦ πρὸς τῇ δρυΐ τῇ Μαμβρή· καὶ ἰδοὺ τρεῖς ἄνρες, καὶ ἔδραμεν εἰς συνάντησιν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν· εἰ εὗρον χάριν ἐνώπιόν σου«, ἴνα τὸν ἕνα δείξῃ θεόν, τοὺς δὲ συνεπομένους αὐτῷ ἄλλοθς δύο ἀγγέλους αὐτοῦ.

περὶ γὰρ τούτου καί <φησιν> »ἀνένη ὁ θεὸς ἀπὸ Ἀβραάμ«· αὐτὸς δὲ ὁ πρὸς αὐτὸν λέγει μὴ κρύψω τι ἀπὸ τοῦ παιδός μου Ἀβραάμ; κραυγή« φησί »Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με« καὶ τὰ ἑξῆς· καὶ οὐδαμοῦ ἐμφέρεται ἐν τοῖς χρόνοις τούτοις τὸ θεός μου καὶ θεὸς ὑμῶν.

»καὶ εἰσῆλθον οἱ δύο ἄνδρες εἰς Σόδομα«, ὡς τοῦ ἀναβεβηκότος ὑπεράνω τοῦ Ἀβραὰμ ἀπολειφθέντος ἀπὸ τῶν δύο τῶν εἰσελθόντων εἰς Σόδομα ἐπὶ τῇ καταστροφῇ. περὶ δὲ τοῦ ἀναβεβηκότος φησὶν ἡ γραφή καὶ ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμρρα παρὰ κυρίου πῦρ καὶ θεῖον«· καὶ οὐκ ἠν τῆς λέξεως χρεία τοῦ εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν.

καὶ Μωυσῆς φησιν ἐν τῇ ᾠδῇ καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ«. ἐὰν δὲ εἴπῃ »ἄγγελοι θυεοῦ« καὶ πῦρ παρὰ κυρίου« καὶ μὴ εἴπῃ ἄγγελοι μόνον, ἵνα δείξῃ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἓν βασίλειον, τῶν ἀγγέλων μὴ μεριζομένων εἰς ἀρχάς, ἀλλὰ θεοῦ ὄντων, προσκυνούντων δὲ τῷ υἱῷ καὶ θεῷ· ἀγγελος γὰρ ἀγγέλῳ οὐ ποσκυνεῖ. καὶ οὐδαμοῦ ἐνταῦθα τὸ θεός μου καὶ θεὸς ὑμῶν.