Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

27. Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει ἐξ αὐτῶν τῶν ἐν ταῖς θείαις γραφαῖς εἰρημένων ἔστιν εὑρεῖν. τῆς γὰρ θείας γραφῆς πνευμα- τικῶς <δια>λεγομένης τὰ πλεῖστα, μάλιστα περὶ τῆς ἡμετέρας ζωῆς, γνώσεως δὲ φημι τοῦ κυρίου, ὅσα γὰρ] ἐστὶ βαθύτερα καὶ περισ- σοτέρως τὴν ἡμετέραν ψυχὴν ἀπασφαλιζόμενα ῥήματα, ταῦτα εἰς πρόσκομμα τοῖς τὴν γνῶσιν θεοῦ μὴ κατειληφόσι συμβέβηκεν ,

ὥς φησιν Ὠσηὲ ὁ προφήτης »τἰς συνετὸς καὶ συνήσει ταῦτα « καί »ᾧ [*](5 I Kor. 3, 12 — 7 I Kor. 3, 11 — 9 I Kor. 3, 9 — Ephes. 2, 20 — 12 I Kor. 8, 7 — 16 Matth. 22, 29 Mark. 12, 24 — 17 Matth. 13, – 18 Joh. 4, 10 — 19 Luk. 9, 55 — 20 I Kor. 8, 7 — vgl. I Kor. 7, 7 — 22 Luk. 12, 48 — 31 Hos. 14, 10 — Hos. 14, 10 L J) [*](1 <υἹὸς> *, nach stehender Formel 6 ἀργύριον L 6f <καὶ τὰ 14 αὐτοῖς J 16 ἀγνωσίᾳ + <ὄντων> ?* 19 πιεῖν] ποιεῖν L 20 ἐστε] ἐστιν υἱὸς τοῦ ἀνθρώπου L 21 ἔκαστος ; J 27 λεγομένης * 28 δέ *] τε LJ Ι γὰρ] * 31 συνετὼς J)

36
λόγος γνώσεως κυρίου δίδοται, καὶ γνώσεται αὐτά. ὅτι εὐθεῖα αἱ ὁδοὶ κυρίου, ἀσεβεῖς δὲ προσκόψουσιν ἐν αὐταῖς.«.

εὐθεῖαι μὲν γάρ εἰσιν, ἀλλ’ οἱ ἀσεβεῖς προσκόπτουσι <ἐν> ταῖς ὁδοῖς κυρίου, τούτων οὑσῶν ἀνθρώποις προσκόμματος. οἱ γοῦν προσκόπτοντες τῷ λίθῳ τοῦ προσκόμματος ἀδιαφόρως προσκόπτουσι· »προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος καὶ ἐσκανδαλίσθησαν.

εὐθὺς μὲν γὰρ οἱ Ἰουδαῖοι ὁρῶντες τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἐν σαρκὶ ἐληλυ- θότα θεοσημείας ἐργαζομενον καὶ μὴ κατηξιωμένοι τῆς γνώσεως τῆς ἐπουρανίου ἔλεγον »τίς ἐστιν ὁ ἄνθρωπος οὑτος. ὃς λαλεῖ βαλσφημίας;« καὶ ἄλλοτε »εἰ ἠν ὁ ἄνθρωπος οὗτος ἐκ θεοῦ, οὐκ ἂν ἔλυε τὸ σάββατον‘. ἄρα οὐν τὴν θεότητα ἠγνόουν, ἄνθρωπον δὲ ψιλὸν [*](D119) μόνον αὐτὸν ἐνόμιζον.

οἱ δὲ καὶ θεὸν αὐτὸν ἐγνωκότες, ἀγνοήσαντες σαντες <δὲ> τὴν τελείαν αὐτοῦ δόξαν, ἀκούσαντες τὰ ἐν βάθει περὶ αὐτοῦ εἰρημένα ῥήματα καὶ κατὰ τὴν εἰς ἡμῶν πραγματευθεῖσαν σωτηρίαν <σαρκὸς> οἰκονομίαν, σφαλλόμενοι εἰς τὴν αὐτοῦ θεότητα ἔσφαλλε γὰρ αὐτοὺς ἡ διάνοια.

ὡς γὰρ οἱ Ἰουδαῖοι ἐσφάλησαν ἀκονήσαντες, οὕτω καὶ αὐτοὶ ἀκούοντες ἐφάλλοντο. ἐκεῖνοι γὰρ ἑώρων τὰ ἐν προφήταις προειρημένα, εἰς δὲ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν πληρωθέντα ἀγνοοῦντες ἐταράχθησαν.

καὶ οὗτοι πáλιν διὰ τὴν αὐτοῦ οἰκονομίαν τὰ προειρημένα ἀκούοντες, φιλῶς δὲ αὐτὰ νοοῦντες ταράσσονται καὶ προβάλλονται εἰς τὴν ἑαυτῶν καταστροφὴν τὰ εἰς τὴν ἡμῶν οἰκοδομὴν <εἰρημένα> καὶ φασίν· εἶπεν »ἐγὼ ἀπέρχομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν καὶ πατέρα μου καὶ ὑμῶν«· ὑμῶν‘· ὁρᾷς ὅτι καὶ αὐτὸς ἴν ἐστι τῶν κτισμάτων, βλασφημοῦντες τολμῶσι λέγειν.